← 普鲁塔克

提摩莱隆传

§0.1-0.8

传记写作的益处与提摩莱昂的引入

作者将传记写作比作以历史为镜修养自身的共同生活,阐述了其抵御恶劣影响的道德功用,并引出同样兼具智虑与良运的提摩莱昂与埃米利乌斯·保卢斯的传记。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§0.1

ἐμοὶ τῆς τῶν βίων ἅψασθαι μὲν γραφῆς συνέβη διʼ ἑτέρους, ἐπιμένειν δὲ καὶ φιλοχωρεῖν ἤδη καὶ διʼ ἐμαυτόν, ὥσπερ ἐν ἐσόπτρῳ τῇ ἱστορίᾳ πειρώμενον1 ἁμῶς γέ πως κοσμεῖν καὶ ἀφομοιοῦν πρὸς τὰς ἐκείνων ἀρετὰς τὸν βίον.

我开始着手撰写传记,起初是由于别人的缘故,但如今继续坚持并流连于此,也是为了我自己,我试图以历史为镜,设法按照他们的美德来修饰并塑造自己的生活。

§0.2

οὐδὲν γὰρ ἀλλʼ ἢ2 συνδιαιτήσει καὶ συμβιώσει τὸ γινόμενον ἔοικεν, ὅταν ὥσπερ ἐπιξενούμενον ἕκαστον αὐτῶν ἐν μέρει διὰ τῆς ἱστορίας ὑποδεχόμενοι καὶ παραλαμβάνοντες ἀναθεωρῶμεν ὅσσος ἔην οἷός τε, τὰ κυριώτατα καὶ κάλλιστα πρὸς γνῶσιν ἀπὸ τῶν πράξεων λαμβάνοντες.

因为所发生的一切无异于同堂起居与共同生活,每当我们借由历史,宛如接待宾客一般依次迎接并接纳他们中的每一位,细细省察“他是多么高大,又是何等的人物”,并从他们的作为中撷取对于认知最为关要而美好之物。

§0.3

"φεῦ, φεῦ· τί τούτου χάρμα μεῖζον ἂν λάβοις," καὶ πρὸς ἐπανόρθωσιν ἠθῶν ἐνεργότερον;

“呀,除了这,你还能获得什么更大的快乐,”又有什么能更有效地改善道德品性呢?

§0.4

Δημόκριτος μὲν γὰρ εὔχεσθαί φησι δεῖν ὅπως εὐλόγχων εἰδώλων τυγχάνωμεν καὶ τὰ σύμφυλα καὶ τὰ χρηστὰ μᾶλλον ἡμῖν ἐκ τοῦ περιέχοντος ἢ τὰ φαῦλα καὶ τὰ σκαιὰ συμφέρηται, λόγον οὔτʼ ἀληθῆ καὶ πρὸς ἀπεράντους ἐκφέροντα δεισιδαιμονίας εἰς φιλοσοφίαν καταβάλλων· ἡμεῖς δὲ τῇ περὶ τὴν ἱστορίαν διατριβῇ καὶ τῆς γραφῆς τῇ συνηθείᾳ παρασκευάζομεν ἑαυτούς, τὰς τῶν ἀρίστων καὶ δοκιμωτάτων μνήμας ὑποδεχομένους ἀεὶ ταῖς ψυχαῖς, εἴ τι φαῦλον ἢ κακόηθες ἢ ἀγεννὲς αἱ τῶν συνόντων ἐξ ἀνάγκης ὁμιλίαι προσβάλλουσιν, ἐκκρούειν καὶ διωθεῖσθαι, πρὸς τὰ κάλλιστα τῶν παραδειγμάτων ἵλεω καὶ πρᾳεῖαν ἀποστρέφοντες τὴν διάνοιαν.

德谟克利特固然说过,人应当祈求遇到吉利的意象,祈求从周围环境中降临于我们的,多是同类和善良之物,而非卑劣和凶顽之物,但他这是将一种既非真实、又导向无穷迷信的论调引入了哲学;相反,我们通过对历史的潜心研读和写作的习惯,使自己的心灵不断接纳那些最优秀、最卓越之人的记忆,以此装备自己,如果与周围之人无可避免的交往带来了任何卑劣、险恶或下贱之物,就将其击碎并排除,而将温和从容的心思转向最美好的典范。

§0.6

ὧν3 ἐν τῷ παρόντι προκεχειρίσμεθά σοι τὸν Τιμολέοντος τοῦ Κορινθίου καὶ τὸν Αἰμιλίου Παύλου βίον, ἀνδρῶν οὐ μόνον ταῖς αἱρέσεσιν, ἀλλὰ καὶ ταῖς τύχαις ἀγαθαῖς ὁμοίως κεχρημένων ἐπὶ τὰ πράγματα, καὶ διαμφισβήτησιν παρεξόντων πότερον εὐποτμίᾳ, μᾶλλον ἢ φρονήσει τὰ μέγιστα τῶν πεπραγμένων κατώρθωσαν.

在这些人当中,我们目前为您呈上的是科林斯人提摩莱昂与埃米利乌斯·保卢斯的传记,他们二人不仅在志向抉择上,而且在临事时所遇的良好际遇上也同样相似,并会引发一场争论:他们是否更多凭借好运,而非凭借审慎的智慧,才得以成就那些最伟大的功绩。

语法注3 条
  1. 0.1πειρώμενον

    阳性单数宾格分词,并不与由 συνέβη 所支配的与格 ἐμοί 一致,而是与不定式 ἅψασθαι、ἐπιμένειν 及 φιλοχωρεῖν 的逻辑主语(宾格 ἐμέ)在性数格上保持一致。此处未采用与格吸引(πειρωμένῳ),而是遵循了不定式结构的宾格逻辑主语。

  2. 0.2οὐδὲν γὰρ ἀλλʼ ἢ

    οὐδὲν ἄλλο ἤ(无异于、仅仅是)的固定省略习语。随后的与格名词短语 συνδιαιτήσει καὶ συμβιώσει 作谓语动词 ἔοικεν 的补足语,意为“所发生的事情无异于共同生活”。

  3. 0.6ὧν

    复数属格关系代词。先行词是前一句中的“最优秀、最卓越之人”(τῶν ἀρίστων καὶ δοκιμωτάτων),在此作部分属格(“在这些人当中”),修饰动词 προκεχειρίσμεθα 所支配的直接宾语(传记 τὸν ... βίον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:0.1-0.8