← 普鲁塔克

科里奥兰纳斯传

§9.1-9.6

马修斯驰援科米尼乌斯与击破敌军

科利奥拉尼陷落后,马修斯斥责了只顾劫掠的士兵,率领志愿者驰援执政官科米尼乌斯。他主动请缨迎击沃尔斯奇最精锐的安提乌姆中军,身先士卒撕裂敌阵,不顾创痛疲惫奋勇追击并大获全胜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

οὕτω δὲ τῆς πόλεως ἁλούσης καὶ τῶν πλείστων ἐν ἁρπαγαῖς ὄντων καὶ διαφορήσεσι χρημάτων, ὁ Μάρκιος ἠγανάκτει καὶ ἐβόα, δεινὸν ἡγούμενος, τοῦ ὑπάτου καὶ τῶν σὺν ἐκείνῳ πολιτῶν τάχα που συμπεπτωκότων τοῖς πολεμίοις καὶ διαμαχομένων, αὐτοὺς χρηματίζεσθαι περιιόντας ἢ προφάσει χρηματισμοῦ τὸν κίνδυνον ἀποδιδράσκειν. ἐπεὶ δʼ οὐ πολλοὶ προσεῖχον αὐτῷ, τοὺς βουλομένους ἀναλαβὼν ἐβάδιζε τὴν ὁδὸν ᾗ τὸ στράτευμα προκεχωρηκὸς ᾔσθετο, πολλάκις μὲν ἐποτρύνων τοὺς σὺν αὐτῷ καὶ παρακαλῶν μὴ ἐνδιδόναι, πολλάκις δὲ τοῖς θεοῖς εὐχόμενος μὴ ἀπολειφθῆναι τῆς μάχης, ἀλλʼ εἰς καιρὸν ἐλθεῖν ἐν ᾧ συναγωνιεῖται καὶ συγκινδυνεύσει τοῖς πολίταις.

该城既已如此被攻陷,多数士兵皆忙于劫掠并搜刮财物,马修斯对此义愤填膺并高声呼喊,认为在执政官及其随行公民们很可能正与敌人交锋并展开死战之时,他们自己却四处游荡牟利,或借牟利之借口逃避危险,委实可恶。由于响应他的人并不多,他便率领愿意同去的人,顺着他察觉到军队所前进的道路行进,一路上屡屡勉励部下不可松懈,同时屡次向神明祈祷,希望自己不要错过战事,而能在恰当的时机赶到,以便与同胞公民并肩作战、共担凶险。

§9.2

ἦν δὲ τότε τοῖς Ῥωμαίοις ἔθος εἰς τάξιν καθισταμένοις καὶ μέλλουσι τοὺς θυρεοὺς ἀναλαμβάνειν καὶ περιζώννυσθαι τὴν τήβεννον ἅμα καὶ διαθήκας ἀγράφους γίνεσθαι, τριῶν ἢ τεττάρων ἐπακουόντων ὀνομάζοντας τὸν κληρονόμον.1

当时罗马人有一种习俗:当他们整军列阵、正要拿起大盾并束紧托加袍时,便趁此当口立下口头遗言,在三四位旁听者的见证下指明自己的继承人。

§9.3

ταῦτα δὴ πράττοντας ἤδη τοὺς στρατιώτας Μάρκιος ἐν ὄψει τῶν πολεμίων ὄντων κατελάμβανε, καὶ τὸ μὲν πρῶτον ἐνίους διετάραξεν ὀφθεὶς μετʼ ὀλίγων, αἵματος περίπλεως καὶ ἱδρῶτος ἐπεὶ δὲ προσδραμὼν τῷ ὑπάτῳ περιχαρὴς τὴν δεξιὰν ἐνέβαλε καὶ τῆς πόλεως ἀπήγγειλε τὴν ἅλωσιν, ὁ δὲ Κομίνιος περιεπτύξατο αὐτὸν καὶ κατησπάσατο, τοῖς μὲν πυθομένοις τὸ γεγενημένον κατόρθωμα, τοῖς δʼ εἰκάσασι θάρσος παρέστη, καὶ βοῇ παρεκάλουν ἄγειν καὶ συνάπτειν.

正当敌军处于视野之中、士兵们已在进行此事之际,马修斯赶到了现场。起初,他满身血汗、仅携少数人现身的模样让一些人陷入了惊慌;然而当他欣喜万分地奔向执政官,握住其右手并宣告了城池攻克的捷报,科米尼乌斯随即将他拥入怀中致意,无论是得知了这场大捷的人,还是凭此推测出来的人,皆顿生勇气,齐声高呼催促执政官率部进军与敌交战。

§9.4

ὁ δὲ Μάρκιος ἠρώτησε τὸν Κομίνιον πῶς διακεκόσμηται τὰ τῶν πολεμίων ὅπλα καὶ ποῦ τέτακται τὸ μαχιμώτατον. ἐκείνου δὲ φήσαντος οἴεσθαι τὰς κατὰ μέσον σπείρας Ἀντιατῶν εἶναι, πολεμικωτάτων καὶ μηδενὶ φρονήματος ὑφιεμένων, ἀξιῶ σε τοίνυν, ὁ Μάρκιος ἔφη, καὶ αἰτοῦμαι, κατὰ τούτους τάξον ἡμᾶς τοὺς ἄνδρας. ἔδωκεν οὖν ὁ ὕπατος, θαυμάσας αὐτοῦ τὸ πρόθυμον.

马修斯随即向科米尼乌斯询问敌军兵力如何部署,最精锐善战的部队置于何处。执政官答称,他认为中军方阵乃是安提乌姆人,他们最为好战且自视甚高、不屈于任何人。 “那么我向您恳请,”马修斯说道,“并切切乞求:请将我们部署在直面这些人的位置。” 执政官赞叹其热忱,便应允了他的请求。

§9.5

ὡς δʼ ἦσαν ἐμβολαὶ δοράτων, καὶ τοῦ Μαρκίου προεκδραμόντος οὐκ ἀντέσχον οἱ κατὰ στόμα τῶν Οὐολούσκων, ἀλλʼ ᾧ προσέμιξε μέρει τῆς φάλαγγος εὐθὺς διεκέκοπτο, τῶν δʼ ἑκατέρωθεν ἐπιστρεφόντων καὶ περιλαμβανόντων τοῖς ὅπλοις τὸν ἄνδρα, δείσας ὁ ὕπατος τοὺς κρατίστους τῶν περὶ αὑτὸν ἐξέπεμπεν.

当双方投枪交锋之际,马修斯率先冲出阵前,正面面对他的沃尔斯奇人无法招架,他所冲击的那部分战阵即刻被撕裂。但由于敌军从两侧包抄、以兵器将他重重围困,执政官唯恐有失,急忙派遣身旁最骁勇的勇士前去驰援。

§9.6

ἰσχυρᾶς δὲ περὶ τὸν Μάρκιον μάχης γενομένης καὶ πολλῶν ἐν ὀλίγῳ νεκρῶν πεσόντων, ἐγκείμενοι καὶ καταβιαζόμενοι τοὺς πολεμίους ἐώσαντο, καὶ τρεπόμενοι πρὸς δίωξιν αὐτῶν τὸν Μάρκιον ἠξίουν ὑπό τε καμάτου βαρὺν ὄντα καὶ τραυμάτων ἀναχωρεῖν ἐπὶ τὸ στρατόπεδον. εἰπὼν δʼ ἐκεῖνος ὅτι νικώντων οὐκ ἔστι τὸ κάμνειν,2 ἐφείπετο τοῖς φεύγουσιν. ἡττήθη δὲ καὶ τὸ λοιπὸν στράτευμα, πολλῶν μὲν διαφθαρέντων, πολλῶν δὲ ἁλόντων.

围绕着马修斯展开了一场激烈的恶战,片刻之间死尸遍地,罗马军奋力猛攻并凭借绝对力量将敌军击溃。当他们转入追击时,见马修斯因疲惫与伤创而步履沉重,便劝他退回营地;然而他却回答道,疲倦绝非胜者所为,遂继续尾随追击逃敌。其余的敌军也全线溃败,死者甚众,被俘极多。

语法注2 条
  1. 9.2ὀνομάζοντας τὸν κληρονόμον

    ὀνομάζοντας 为阳性复数宾格分词。尽管前文承接的是与 τοῖς Ῥωμαίοις 一致的与格分词(καθισταμένοις, μέλλουσι),但由于引入了不定式短语 διαθήκας ἀγράφους γίνεσθαι,其逻辑主语(即订立遗嘱的士兵们)在格上发生了同化或转移,直接以宾格形式出现。

  2. 9.6νικώντων οὐκ ἔστι τὸ κάμνειν

    νικώντων 为阳性复数属格分词,用作表示特征或本分的谓语属格(characteristic genitive)。与系动词 ἔστι 以及用作主语的带冠词不定式 τὸ κάμνειν 搭配,意为“疲顿/懈怠并非胜利者的本色(不属于胜利者)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:9.1-9.6