← 普鲁塔克

科里奥兰纳斯传

§8.1-8.6

科利奥拉尼包围战与马修斯破城

在执政官科米尼乌斯包围科利奥拉尼城并分兵迎击外部援军之际,守城之敌出击击溃罗马围城军;马修斯挺身而出反击敌兵,一路追至城门并毅然杀入城中,力克守军为罗马军打开了局面。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἐν δὲ τῷ Οὐολούσκων ἔθνει, πρὸς οὓς ἐπολέμουν, ἡ Κοριολανῶν πόλις ἀξίωμα μέγιστον εἶχε. ταύτην οὖν τοῦ ὑπάτου Κομινίου περιστρατοπεδεύσαντος, οἱ λοιποὶ Οὐολοῦσκοι δείσαντες ἐπὶ τοὺς Ῥωμαίους συνεβοήθουν πανταχόθεν, ὡς πρὸς τῇ πόλει ποιησόμενοι μάχην καὶ διχόθεν ἐπιχειρήσοντες αὐτοῖς.

在与罗马人交战的沃尔斯奇部族中,科利奥拉尼城享有最高的威望。因此,当执政官科米尼乌斯率军包围该城时,其余的沃尔斯奇人感到惊恐,便从各地赶来增援以对抗罗马人,企图在城下发起决战,从两面夹击他们。

§8.2

ἐπεὶ δʼ ὁ Κομίνιος διελὼν τὴν δύναμιν αὐτὸς μὲν ἀπήντα τοῖς ἔξωθεν ἐπιοῦσι τῶν Οὐολούσκων, Λάρκιον δὲ Τίτον, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις, ἐπὶ τῆς πολιορκίας ἀπέλιπε, καταφρονήσαντες οἱ Κοριολανοὶ τῶν παρόντων ἐπεξῆλθον, καὶ προσμαχόμενοι τὸ πρῶτον ἐκράτουν καὶ κατεδίωκον εἰς τὸν χάρακα τοὺς Ῥωμαίους.

然而科米尼乌斯将军队一分为二:他亲自去迎击从外部来援的沃尔斯奇人,而留下罗马人中最优秀的勇士之一提图斯·拉尔基乌斯主持围攻。于是科利奥拉尼人蔑视在场的军队,出城突击;交战之初他们占了上风,将罗马人追逐压制回营寨的栅栏中。

§8.3

ἔνθα δὴ Μάρκιος ἐκδραμὼν σὺν ὀλίγοις καὶ καταβαλὼν τοὺς προσμίξαντας αὐτῷ μάλιστα, τοὺς δʼ ἄλλους στήσας ἐπιφερομένους, ἀνεκαλεῖτο μεγάλῃ βοῇ τοὺς Ῥωμαίους, καὶ γὰρ ἦν, ὥσπερ ἠξίου τὸν στρατιώτην ὁ Κάτων, οὐ χειρὶ καὶ πληγῇ μόνον, ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ ὄψει προσώπου φοβερὸς ἐντυχεῖν πολεμίῳ καὶ δυσυπόστατος.1 ἀθροιζομένων δὲ πολλῶν καὶ συνισταμένων περὶ αὐτόν ἀπεχώρουν οἱ πολέμιοι δείσαντες.

就在此时,马修斯率领少数部下冲杀而出,斩杀了最逼近他的人,遏制住其余向前冲杀的敌兵,并高声呼喊召回罗马士兵。因为他确如加图对战士所要求的那样,不仅凭借手臂与打击,更以嗓音的力道和容貌的神色,令与其交锋的敌人感到可怖而难以招架。随着许多人聚集到他周围并结成阵势,敌人因畏惧而纷纷退却。

§8.4

ὁ δʼ οὐκ ἠγάπησεν, ἀλλʼ ἐπηκολούθει καὶ συνήλαυνεν ἤδη προτροπάδην φεύγοντας ἄχρι τῶν πυλῶν. ἐκεῖ δʼ ὁρῶν ἀποτρεπομένους τοῦ διώκειν τοὺς Ῥωμαίους, πολλῶν μὲν ἀπὸ τοῦ τείχους βελῶν προσφερομένων, τὸ δὲ συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς πόλιν ἀνδρῶν πολεμικῶν γέμουσαν ἐν τοῖς ὅπλοις ὄντων οὐδενὸς εἰς νοῦν ἐμβαλέσθαι τολμῶντος,2 ὅμως ἐπιστὰς παρεκάλει καὶ παρεθάρρυνεν, ἀνεῷχθαι βοῶν ὑπὸ τῆς τύχης τοῖς διώκουσι μᾶλλον ἢ τοῖς φεύγουσι τὴν πόλιν.

然而马修斯并不以此为足,而是乘胜追击,将此刻已仓皇溃逃的敌人一路驱赶至城门口。在城门处,眼见城墙上落弹如雨,且城内尽是全副武装、尚武好战之士,无人敢于萌生与溃退之敌一同冲入城内的念头,罗马人纷纷放弃了追击;但马修斯却停驻原地,敦促并激励他们,高呼这座城被命运之神敞开,与其说是为了逃亡者,不如说是为了追击者。

§8.5

οὐ πολλῶν δὲ βουλομένων ἐπακολουθεῖν, ὠσάμενος διὰ τῶν πολεμίων ἐνήλατο ταῖς πύλαις καὶ συνεισέπεσε, μηδενὸς τὸ πρῶτον ἀντισχεῖν μηδʼ ὑποστῆναι τολμήσαντος, ἔπειτα δέ, ὡς κατεῖδον ὀλίγους παντάπασιν ἔνδον ὄντας, συμβοηθούντων καὶ προσμαχομένων, ἀναμεμιγμένος ὁμοῦ φίλοις καὶ πολεμίοις ἄπιστον ἀγῶνα λέγεται καὶ χειρὸς ἔργοις καὶ ποδῶν τάχει καὶ τολμήμασι ψυχῆς ἀγωνιζόμενος ἐν τῇ πόλει, καὶ κρατῶν ἁπάντων πρὸς οὓς ὀρούσειε, τοὺς μὲν ἐξῶσαι πρὸς τὰ ἔσχατα μέρη, τῶν δʼ ἀπειπαμένων καὶ καταβαλόντων τὰ ὅπλα πολλὴν ἄδειαν τῷ Λαρκίῳ παρασχεῖν3 ἔξωθεν ἐπάγοντι τοὺς Ῥωμαίους.

见没有多少人愿意跟从,马修斯便强行穿过敌阵,跃向城门并随之冲入城内。起初无人敢于反抗或阻挡;但随后,当他们发觉闯入城内的实则仅有寥寥数人时,便集结来援并展开围攻。据传马修斯与敌友混战于一处,在城中以双手之搏杀、双足之迅疾及心灵之勇决进行了一场令人难以置信的苦战,压制了所有他所冲击的对手,将一部分人驱逐至城中最偏远的角落,而其余之人皆告绝望并放下了武器,从而为从外部率领罗马军队入城的拉尔基乌斯提供了极其充分的安全。

语法注3 条
  1. 8.3φοβερὸς ἐντυχεῖν πολεμίῳ καὶ δυσυπόστατος

    不定词 ἐντυχεῖν 依附于形容词 φοβερός 与 δυσυπόστατος,作说明限定不定词(epexegetical infinitive),用以界定“在遭遇之时”令人生畏且难以招架。与格 πολεμίῳ 既可视为与格关系(对敌人而言),亦可视为 ἐντυχεῖν 在语义上的施事(“当敌人与之遭遇时”)。

  2. 8.4τὸ δὲ συνεισπεσεῖν τοῖς φεύγουσιν εἰς πόλιν ἀνδρῶν πολεμικῶν γέμουσαν ἐν τοῖς ὅπλοις ὄντων οὐδενὸς εἰς νοῦν ἐμβαλέσθαι τολμῶντος

    承接前文 ὁρῶν ἀποτρεπομένους τοῦ διώκειν τοὺς Ῥωμαίους(见罗马人放弃追击)的插入结构。οὐδενὸς ... τολμῶντος 为属格绝对结构,其中分词 τολμῶντος 支配不定词 εἰς νοῦν ἐμβαλέσθαι(敢于萌生想法),而冠词不定词短语 τὸ ... συνεισπεσεῖν(与逃兵一同冲入)则充当 ἐμβαλέσθαι 的直接宾语。

  3. 8.6ἀναμεμιγμένος ... λέγεται ... ἀγωνιζόμενος ... ἐξῶσαι ... παρασχεῖν

    在由被动动词 λέγεται(据说/相传)统领的人称不定词结构中,主语马修斯与主格分词 ἀναμεμιγμένος、ἀγωνιζόμενος、κρατῶν 呼应;而依赖于 λέγεται 的核心谓语动作则由不定过去时不定词 ἐξῶσαι 与 παρασχεῖν(驱逐……并提供……)承担。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:8.1-8.6