← 普鲁塔克

科里奥兰纳斯传

§10.1-10.4

科米尼乌斯赐赏与马修斯的辞让

大捷次日,执政官科米尼乌斯在全军面前高度赞扬马修斯的武功,并授予他战利品的优先选择权及一匹良马;马修斯接受战马却谢绝巨赏,仅请求赦免并释放一名沦为俘虏的沃尔斯奇旧友。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

τῇ δʼ ὑστεραίᾳ τοῦ Λαρκίου παραγενομένου καὶ τῶν ἄλλων ἀθροιζομένων πρὸς τὸν ὕπατον, ἀναβὰς ἐπὶ τὸ βῆμα, καὶ τοῖς θεοῖς τὴν πρέπουσαν ἀποδοὺς ἐπὶ τηλικούτοις κατορθώμασιν εὐφημίαν, πρὸς τὸν Μάρκιον τρέπεται, καὶ πρῶτον μὲν αὐτοῦ θαυμαστὸν ἔπαινον εἶπε, τῶν μὲν αὐτὸς ἐν τῇ μάχῃ γεγονὼς θεατής, τὰ δὲ τοῦ Λαρκίου μαρτυροῦντος.1

次日,拉尔基乌斯赶来,其余众人也聚集在执政官面前,执政官便登上讲坛,针对如此辉煌的战果向神明献上应有的赞美之后,转向马修斯,首先发表了对他的极高赞辞;因为执政官在战斗中亲眼目睹了他的部分功勋,而其余的事迹则由拉尔基乌斯作证。

§10.2

ἔπειτα, πολλῶν χρημάτων καὶ ἵππων γεγονότων αἰχμαλώτων καὶ ἀνθρώπων, ἐκέλευσεν αὐτὸν ἐξελέσθαι δέκα πάντα2 πρὸ τοῦ νέμειν τοῖς ἄλλοις, ἄνευ δὲ ἐκείνων ἀριστεῖον αὐτῷ κεκοσμημένον ἵππον ἐδωρήσατο. τῶν δὲ Ῥωμαίων ἐπαινεσάντων ὁ Μάρκιος προελθών τὸν μὲν ἵππον ἔφη δέχεσθαι καὶ χαίρειν τοῖς ἐπαίνοις τοῦ ἄρχοντος, τὰ δὲ ἄλλα μισθόν, οὐ τιμὴν ἡγούμενος ἐᾶν, καὶ ἀγαπήσειν ὡς εἷς ἕκαστος τὴν νέμησιν.

接着,由于缴获了大量资财、战马和俘虏,执政官命令他在分配给其余人之前,先将各类战利品各选十件,此外还赏赐他一匹佩带华丽鞍辔的骏马作为英勇奖赏。在罗马人们齐声喝彩之时,马修斯走上前来表示:他接受这匹骏马,并对统帅的赞赏感到由衷欢欣;但他放弃其余财物,因为他认为那是雇酬而非荣誉,他将如同普通一兵那样安于通常的分配。

§10.3

ἐξαίρετον δὲ μίαν αἰτοῦμαι χάριν, ἔφη, καὶ δέομαι λαβεῖν. ἦν μοι ξένος ἐν Οὐολούσκοις καὶ φίλος, ἀνὴρ ἐπιεικὴς καὶ μέτριος· οὗτος ἑάλωκε νῦν καὶ γέγονεν ἐκ πλουσίου καὶ μακαρίου δοῦλος, πολλῶν οὖν αὐτῷ κακῶν παρόντων ἓν ἀφελεῖν ἀρκεῖ, τὴν πρᾶσιν. ἐπὶ τούτοις λεχθεῖσι βοή τε μείζων ἀπήντησε τῷ Μαρκίῳ, καὶ πλείονες οἱ θαυμάζοντες ἐγένοντο τὸ μὴ κρατούμενον ὑπὸ χρημάτων τἀνδρὸς ἢ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν.

“但我仅恳求一项特恩,”他说道,“切望恩准。我在沃尔斯奇人中有一位结为宾友的朋友,是个温良节制之人;如今他沦为战俘,从富有幸福之身沦为奴隶。既然他身罹诸多灾祸,只要能为他免除其中之一,即被变卖为奴,于我便足矣。” 这番话一经说出,迎向马修斯的欢呼声更为雷动;赞赏此人不为金钱所动的人,甚至超过了赞赏他在战阵中英勇无畏的人。

§10.4

καὶ γὰρ οἷς φθόνου τι καὶ ζήλου πρὸς αὐτὸν ὑπέκειτο τιμώμενον ἐκπρεπῶς, κἀκείνοις τότε τοῦ λαβεῖν μεγάλα τῷ μὴ λαβεῖν ἄξιος ἔδοξε,3 καὶ μᾶλλον αὐτοῦ τὴν ἀρετὴν ἠγάπησαν, ἀφʼ ἧς κατεφρόνει τηλικούτων, ἢ διʼ ὧν ἠξιοῦτο. τὸ μὲν γὰρ εὖ χρῆσθαι χρήμασι κάλλιόν ἐστιν ἢ ὅπλοις, τοῦ δὲ χρῆσθαι τὸ μὴ δεῖσθαι χρημάτων σεμνότερον.

因为即使是那些在他受到格外隆重的表彰时对他怀有嫉妒和竞争之心的人,此刻也觉得,他恰恰因为拒绝接受巨赏,才显得完全配得上获得重赏;比起那些使他理应获得赏识的军功,人们更为敬爱促使他轻视此等巨利的德行。盖因妥善使用财富固然胜于妥善使用武器,然而不需要财富,又比使用财富更为崇高庄严。

语法注3 条
  1. 10.1τῶν μὲν αὐτὸς ἐν τῇ μάχῃ γεγονὼς θεατής, τὰ δὲ τοῦ Λαρκίου μαρτυροῦντος

    此处借由 τῶν μέν ... τὰ δέ 构成了主格分词结构(αὐτὸς ... γεγονὼς θεατής)与独立属格结构(τοῦ Λαρκίου μαρτυροῦντος)相对举的非对称句式。τῶν μέν 为作补足语的属格,依附于 θεατής(“某些事情的目击者”);而并列的 τὰ δέ 则充当分词 μαρτυροῦντος 的宾格直接宾语。

  2. 10.2δέκα πάντα

    此短语既可理解为在所有品类的战利品(马匹、战俘、金银)中“各挑选十件(ten of each)”,亦可理解为笼统的“各类均取十件”,指在公开分配前由统帅赐予的主动选择特权。

  3. 10.4τοῦ λαβεῖν μεγάλα τῷ μὴ λαβεῖν ἄξιος ἔδοξε

    形容词 ἄξιος 支配属格冠词不定式 τοῦ λαβεῖν μεγάλα(“配得上接受巨额赏赐”),而 τῷ μὴ λαβεῖν 则充当表示手段或原因的与格不定式(“正因其不接受”),二者对照形成了精妙的修辞吊诡。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:10.1-10.4