- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:5.1-5.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
平民与元老院因债务压迫爆发激烈冲突,在外敌入侵之际民众拒绝服兵役,统治阶层在是否妥协上产生分歧,马尔基乌斯主张坚决压制违抗法律的暴民。
ἤδη δὲ καί δόξαν αὐτοῦ καί δύναμιν ἀπὸ τῆς ἀρετῆς ἐν τῇ πόλει μεγάλην ἔχοντος, ἡ βουλὴ τοῖς πλουσίοις ἀμύνουσα πρὸς τὸν δῆμον ἐστασίασε πολλὰ καί δεινὰ πάσχειν ὑπὸ τῶν δανειστῶν δοκοῦντα. τοὺς μὲν γὰρ κεκτημένους μέτρια πάντων ἀφῃροῦντο τῶν ὄντων ἐνεχυρασμοῖς καί πράσεσι, τοὺς δὲ παντελῶς ἀπόρους αὐτοὺς ἀπῆγον καί τὰ σώματα καθείργνυσαν αὐτῶν, ὠτειλὰς ἔχοντα τετρωμένων πολλὰς καί πεπονηκότων1 ἐν ταῖς ὑπὲρ τῆς πατρίδος στρατείαις, ὧν τὴν τελευταίαν ἐδέξαντο πρὸς Σαβίνους, τῶν τε πλουσιωτάτων ἐπαγγειλαμένων μετριάσειν καί τῆς βουλῆς τὸν ἄρχοντα Μάρκον Οὐαλλέριον ἐγγυήσασθαι ψηφισαμένης. ἐπεὶ δὲ κἀκείνην ἀγωνισαμένοις τὴν μάχην προθύμως καί κρατήσασι τῶν πολεμίων οὐδὲν ἐγίνετο2 παρὰ τῶν δανειστῶν ἐπιεικές, οὐδʼ ἡ βουλὴ προσεποιεῖτο μεμνῆσθαι τῶν ὡμολογημένων, ἀλλʼ ἀγομένους πάλιν περιεώρα καί ῥυσιαζομένους, θόρυβοι δὲ καί συστάσεις ἦσαν ἐν τῇ πόλει πονηραί, καί τοὺς πολεμίους οὐκ ἔλαθε ταραχωδῶς ἔχων ὁ δῆμος, ἀλλʼ ἐμβαλόντες ἐπυρπόλουν τὴν χώραν, τῶν δʼ ἀρχόντων εἰς τὰ ὅπλα τοὺς ἐν ἡλικίᾳ καλούντων οὐδεὶς ὑπήκουεν, οὕτω διέστησαν αἱ γνῶμαι πάλιν τῶν ἐν τέλει.
在他凭借卓越德性已在城邦中享有崇高声誉与巨大势力之时,元老院因维护富人而与民众发生纷争,民众被认为在债权人手下遭受着诸多沉重苦难。因为对于小康之家,放债者通过扣押抵押品与变卖将其所有财产剥夺殆尽;对于完全赤贫之人,则直接将他们本人押走,拘禁其肉体,而这些肉体上还布满着在为祖国出征中负伤与历经辛劳所留下的道道伤痕。在那些出征中,最后一次是对阵萨宾人;这是由于最富有者承诺放宽限制,且元老院表决指定长官马尔库斯·瓦莱里乌斯作保,民众才应承下来的。然而,尽管他们奋勇打赢了那场战斗并击溃敌人,放债者却没有展现出任何宽大之举,元老院甚至也不屑于假装还记得曾经允诺之事,反而对民众再度被带走和扣押抵债视若无睹。于是城中出现了骚乱与危险的结党聚集;民众处于动乱之中一事也未逃过敌人的耳目,敌人趁机侵入并纵火焚烧乡野;当长官们召集适龄服役者武装应征时,竟无一人响应,在职官员们的意见由此再度出现分裂。
καί τινες μὲν ᾤοντο δεῖν ὑφίεσθαι τοῖς πένησι καί χαλάσαι τὸ σύντονον ἄγαν καί νόμιμον, ἔνιοι δʼ ἀντέτεινον, ὧν ἦν καὶ Μάρκιος, οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος, ἀρχὴν δὲ καί πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καί σβεννύειν παρακελευόμενος.3
其中一部分人认为应当向穷人妥协,缓和过分严苛与依法的做法;但另一些人则坚决抗拒,其中亦包括马尔基乌斯:他认为钱财之事并非首要,而是告诫众人,若他们尚有理智,就必须制止并扑灭群氓反抗法律的傲慢与狂悖之发端与试探。
- 5.1ὠτειλὰς ἔχοντα τετρωμένων πολλὰς καί πεπονηκότων
中性宾格复数分词 ἔχοντα 与前面的名词 τὰ σώματα 性数格一致。而完成时属格复数分词 τετρωμένων 与 πεπονηκότων 则在语义上修饰前置的代词 αὐτῶν(他们的),两者因词序倒错(hyperbaton)而发生分隔,表示“那些因出征而负伤并历尽艰辛之人所留下的布满伤痕的肉体”。
- 5.2ἀγωνισαμένοις τὴν μάχην προθύμως καί κρατήσασι τῶν πολεμίων οὐδὲν ἐγίνετο
与格分词 ἀγωνισαμένοις 与 κρατήσασι 作为利害与格(dativus commodi/incommodi),依附于谓语短语 οὐδὲν ἐγίνετο ... ἐπιεικές(没有任何公道/宽厚之事降临到……头上)。该从句的主语是中性代词 οὐδέν,ἐπιεικές 作其表语。
- 5.4ἀρχὴν δὲ καί πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καί σβεννύειν παρακελευόμενος
与前半部分的否定结构 οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος(不把金钱视为头等大事)形成对照,ἀρχὴν δὲ καί πεῖραν 是不定式 παύειν 与 σβεννύειν 的直接宾语。分词 παρακελευόμενος 引领这两个不定式,其逻辑主语为统治阶层全体。插入的条件句 εἰ σωφρονοῦσι(如果他们明智的话)强化了告诫的语势。
