← 普鲁塔克

科里奥兰纳斯传

§4.1-4.4

马尔基乌斯的立功动机与母亲沃卢姆尼娅

普鲁塔克阐述早年所获的荣誉如何激励沉毅坚毅之士更加建功立业,并说明马尔基乌斯接连立功乃是为了取悦母亲沃卢姆尼娅,此举可与伊帕密浓达之例相参照。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

νέων δέ, ὡς ἔοικεν, ἀνδρῶν ἐπιφάνεια καὶ τιμὴ τὰς μὲν ἐλαφρῶς φιλοτίμους φύσεις πρωιαίτερον παραγενομένη σβέννυσι, καὶ ἀποπίμπλησι ταχὺ τὸ διψῶδες αὐτῶν καὶ ἁψίκορον τὰ δʼ ἐμβριθῆ καὶ βέβαια φρονήματα αὔξουσιν αἱ τιμαὶ καὶ λαμπρύνουσιν ὥσπερ ὑπὸ πνεύματος ἐγειρόμενα πρὸς τὸ φαινόμενον καλόν, οὐ γὰρ ὡς μισθὸν ἀπολαμβάνοντες,1 ἀλλʼ ὡς ἐνέχυρον διδόντες αἰσχύνονται τὴν δόξαν καταλιπεῖν καὶ μὴ τοῖς αὐτοῖς ἔργοις ὑπερβαλέσθαι.

在年轻人身上,显赫的名声与荣誉若是过早到来,似乎便会熄灭那些浮浅好名之辈的天性,迅速满足他们的渴望与易倦;但对于沉毅坚定的气魄,荣誉反而能助长并光大它们,犹如受狂风激荡一般奔向显见的美善。因为他们并非如同领取报酬一般,而是如同交出抵押一般,若抛弃盛名而不以同样的事迹加以超越,便会自感羞愧。

§4.2

τοῦτο παθὼν καὶ ὁ Μάρκιος αὐτὸς αὑτῷ ζῆλον ἀνδραγαθίας προὔθηκε, καινός τε ἀεὶ βουλόμενος εἶναι ταῖς πράξεσιν ἀριστείαις ἀριστείας συνῆπτε καὶ λάφυρα λαφύροις ἐπέφερε, καὶ τοῖς προτέροις ἀεὶ τοὺς ὑστέρους ἡγεμόνας εἶχε περὶ τῆς ἐκείνου τιμῆς ἐρίζοντας, καὶ μαρτυρίας ὑπερβαλέσθαι.2 πολλῶν γέ τοι τότε Ῥωμαίοις ἀγώνων καὶ πολέμων γενομένων, ἐξ οὐδενὸς ἀστεφάνωτος ἦλθεν οὐδʼ ἀγέραστος.

马尔基乌斯亲身经历了这一点,也为自己树立了追求男子气概的竞逐之心;他渴望在功业中常显崭新,因而将功勋迭加于功勋之上,以战利品堆积于战利品之上,并始终让后继的将领们与前任在论定他的荣誉上竞相争执,力求在赞誉的证言中胜过前人。总而言之,当时罗马人经历了许多战斗与战事,他从未有哪一次空手无冠、不蒙褒奖而归。

§4.3

ἦν δὲ τοῖς μὲν ἄλλοις ἡ δόξα τῆς ἀρετῆς τέλος, ἐκείνῳ δὲ τῆς δόξης ἡ τῆς μητρὸς εὐφροσύνη, τὸ γὰρ ἐκείνην ἐπαινούμενον ἀκοῦσαι3 καὶ στεφανούμενον ἰδεῖν καὶ περιβαλεῖν δακρύουσαν ὑφʼ ἡδονῆς ἐντιμότατον αὑτὸν ἐνόμιζε ποιεῖν καὶ μακαριώτατον. τοῦτο δʼ ἀμέλει καὶ τὸν Ἐπαμεινώνδαν φασὶν ἐξομολογήσασθαι τὸ πάθος, εὐτυχίαν ποιούμενον αὑτοῦ μεγίστην ὅτι τὴν ἐν Λεύκτροις στρατηγίαν αὐτοῦ καὶ νίκην ὁ πατὴρ καὶ ἡ μήτηρ ἔτι ζῶντες ἐπεῖδον.

对于旁人而言,荣誉乃是德性的终点;但对于他而言,荣誉的终点却是母亲的欢欣。因为他认为,母亲听闻他受赞誉、目睹他加冠、以及喜极而泣地拥抱他,才是使自己成为最为尊贵、最为幸福之人的事。人们说,伊帕密浓达无疑也坦承过这种情愫,他把自己最大的幸运归于父母健在时亲眼见证了他在留克特拉的统帅之功与大捷。

§4.4

ἀλλʼ ἐκεῖνος μὲν ἀμφοτέρων ἀπέλαυσε τῶν γονέων συνηδομένων καὶ συνευημερούντων, Μάρκιος δὲ τῇ μητρὶ καὶ τὰς τοῦ πατρὸς ὀφείλειν χάριτας οἰόμενος οὐκ ἐνεπίμπλατο τὴν Οὐολουμνίαν εὐφραίνων καὶ τιμῶν, ἀλλὰ καὶ γυναῖκα βουλομένης καὶ δεομένης ἐκείνης, ἔγημε καὶ τὴν οἰκίαν ᾤκει γενομένων παίδων ὁμοῦ μετὰ τῆς μητρός.

然而伊帕密浓达享有的是双亲共享欢欣、共历顺境;马尔基乌斯却认为自己对母亲还负有原本属于父亲的那份恩情,因而无论怎样讨沃卢姆尼娅欢心并予以尊崇都觉不足,甚至因她渴望并恳求便娶了妻子,并在有了孩子之后仍与母亲同住一宅。

语法注3 条
  1. 4.1ἀπολαμβάνοντες

    意义一致(constructio ad sensum)。前句中宾语为中性复数通格的 τὰ ἐμβριθῆ καὶ βέβαια φρονήματα,但随后的分词与主谓动词(ἀπολαμβάνοντες ... διδόντες αἰσχύνονται)转为阳性复数主格,指代拥有此种崇高气魄的青年男子本身。

  2. 4.2καὶ μαρτυρίας ὑπερβαλέσθαι

    不定式 ὑπερβαλέσθαι 依附于分词 ἐρίζοντας,与介词短语 περὶ τῆς ἐκείνου τιμῆς 并列构成将领们竞争的内容与目的(“在评定他的荣誉上相争,并力图在赞辞的证言上压倒前人”)。

  3. 4.3τὸ γὰρ ἐκείνην ἐπαινούμενον ἀκοῦσαι

    由冠词引导的整条不定式短语 τὸ ... ἀκοῦσαι καὶ ... ἰδεῖν καὶ περιβαλεῖν 充当动词 ἐνόμιζε 所支配的不定式 ποιεῖν 的主格性宾语(主语)。在短语内部,ἐκείνην(指母亲)是不定式 ἀκοῦσαι、ἰδεῖν 与 περιβαλεῖν 的宾格主语(前二者后接指代马尔基乌斯的阳性单数宾格分词 ἐπαινούμενον 与 στεφανούμενον),且与阴性单数宾格分词 δακρύουσαν 保持语法一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:4.1-4.4