- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:6.1-6.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
绝望于元老院迟迟无法决断的平民脱离城邦并撤往圣山,元老院派出的使者梅内尼乌斯·阿格里帕以“胃与肢体”的寓言劝解平民。
συνιούσης δὲ περὶ τούτων πολλάκις ἐν ὀλίγῳ χρόνῳ τῆς βουλῆς καὶ μηδὲν τέλος ἐκφερούσης, συστάντες οἱ πένητες ἄφνω καὶ παρακαλέσαντες ἀλλήλους ἀπέλιπον τὴν πόλιν, καὶ καταλαβόντες ὄρος ὃ νῦν ἱερὸν καλεῖται, παρὰ τὸν Ἀνίωνα ποταμὸν ἐκαθέζοντο, πράττοντες μὲν οὐδὲν βίαιον οὐδὲ στασιαστικόν, ἐκπεπτωκέναι δὲ τῆς πόλεως ὑπὸ τῶν πλουσίων πάλαι βοῶντες, ἀέρα δὲ καὶ ὕδωρ καὶ τόπον ἐνταφῆναι πανταχοῦ τὴν Ἰταλίαν αὐτοῖς παρέξειν, ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλʼ ἢ1 τιτρώσκεσθαι καὶ ἀποθνῄσκειν ὑπὲρ τῶν πλουσίων στρατευομένοις. ταῦτʼ ἔδεισεν ἡ βουλή, καὶ τοὺς ἐπιεικεῖς μάλιστα καὶ δημοτικοὺς τῶν πρεσβυτέρων ἐξαπέστειλε, προηγόρει δὲ Μενήνιος Ἀγρίππας· καὶ πολλὰ μὲν τοῦ δήμου δεόμενος, πολλὰ δʼ ὑπὲρ τῆς βουλῆς παρρησιαζόμενος τελευτῶντι τῷ λόγῳ περιῆλθεν εἰς σχῆμα μύθου διαμνημονευόμενον.
当元老院就这些事务在短期内频频开会却未达成任何结果时,穷人们突然集结起来,互相号召而离开了城邦,占据了如今被称为“圣山”的山岭,驻扎在阿尼奥河畔。他们没有采取任何暴力或叛乱的举动,只是大声疾呼自己早已被富人逐出了城邦,而整个意大利无论何处都会向他们提供空气、水以及埋葬之所,居住在罗马对他们而言也绝无多于这些的东西,除了为富人出征而负伤并送命之外。 元老院对此深感恐慌,遂派遣元老中最为温和且受民众欢迎的人前往,由梅内尼乌斯·阿格里帕担任首席发言人。他一边向民众苦苦恳求,一边又为元老院极尽坦率直言,在演说行将结束之际,他转入了一个传诵至今的寓言形式。
ἔφη γὰρ τοῦ ἀνθρώπου τὰ μέλη πάντα πρὸς τὴν γαστέρα στασιάσαι, καὶ κατηγορεῖν αὑτῆς ὡς μόνης ἀργοῦ καὶ ἀσυμβόλου καθεζομένης ἐν τῷ σώματι, τῶν δʼ ἄλλων εἰς τὰς ἐκείνης ὀρέξεις πόνους τε μεγάλους καὶ λειτουργίας ὑπομενόντων τὴν δὲ γαστέρα τῆς εὐηθείας αὐτῶν καταγελᾶν, ἀγνοούντων ὅτι τὴν τροφὴν ὑπολαμβάνει μὲν εἰς ἑαυτὴν ἅπασαν, ἀναπέμπει δʼ αὖθις ἐξ αὑτῆς καὶ διανέμει τοῖς ἄλλοις.
因为他说道,曾有人体各部肢体共同向胃发动反叛,指责唯独胃在体内无所事事、不作任何分担地闲坐,而其他肢体却为了满足其欲望承受着巨大的劳苦与役劳;然而胃却嘲笑它们的愚昧,因为它们不知晓:胃虽将全部食物吸纳进自己体内,却又从自身将其输送出来,分配给其他肢体。
οὕτως οὖν, ἔφη, καὶ τῆς συγκλήτου λόγος ἐστὶν, ὦ πολῖται, πρὸς ὑμᾶς·2 τὰ γὰρ ἐκεῖ τυγχάνοντα τῆς προσηκούσης ἐπιμελείας καὶ οἰκονομίας βουλεύματα καὶ πράγματα πᾶσιν ὑμῖν ἐπιφέρει καὶ διανέμει τὸ χρήσιμον καὶ ὠφέλιμον.
“因此,公民们,”他说道: “元老院对诸位的情形亦正与此相同。因为在那里得到应有关注与经营的诸项决议与政务,正是在向诸位全体带来并分配着有用与有益之物。”
- 6.2ὧν πλέον οὐδὲν οἰκοῦσι τὴν Ῥώμην ὑπάρχειν αὐτοῖς, ἀλλʼ ἢ
关系代词 ὧν 是以前文的“空气、水以及埋葬之所”为先行词的比较属格,修饰比较级 πλέον。与格分词 οἰκοῦσι 与 αὐτοῖς 一致,带有条件或让步意味(“即便住在罗马”)。与否定代词 οὐδέν 搭配的惯用短语 ἀλλʼ ἤ 表示“除……之外(except)”,引出后文的不定词 τιτρώσκεσθαι 和 ἀποθνῄσκειν。
- 6.4τῆς συγκλήτου λόγος ἐστὶν, ὦ πολῖται, πρὸς ὑμᾶς
句式 λόγος ἐστί τινος πρός τινα 表示“某方针对某方的关系、情理或理据”。此处承接上文胃与各肢体的类比,指“元老院对于诸位公民的道理与关系亦正如这般”。
