← 普鲁塔克

科里奥兰纳斯传

§3.1-3.4

马尔基乌斯的初阵与获颁橡树冠

青年马尔基乌斯参加对抗被放逐的塔克文的战役,因挺身营救战友并击杀敌兵而获颁橡树冠(公民冠),篇中并论及橡树的功用及狄奥斯库洛伊兄弟显灵的传说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

ἐστρατεύσατο δὲ πρώτην στρατείαν ἔτι μειράκιον, ὅτε Ταρκυνίῳ τῷ βασιλεύσαντι τῆς Ῥώμης, εἶτα ἐκπεσόντι, μετὰ πολλὰς μάχας καὶ ἥττας ὥσπερ ἔσχατον κύβον ἀφιέντι1 πλεῖστοι μὲν Λατίνων, πολλοὶ δὲ καὶ τῶν ἄλλων Ἰταλιωτῶν συνελάμβανον καὶ συγκατῆγον ἐπὶ τὴν Ῥώμην, οὐκ ἐκείνῳ χαριζόμενοι μᾶλλον ἢ φόβῳ τὰ Ῥωμαίων αὐξόμενα καὶ φθόνῳ καταβάλλοντες.

他在尚为年轻小伙子时就参加了初次远征,当时曾统治罗马、后来被逐出的塔克文,在经历了许多场战斗与溃败之后,正如掷出最后一颗骰子一般,而大部分拉丁人以及其他意大利人中的许多人都在协助他并助其攻回罗马;他们这么做并非出于想要讨好他,倒不如说是出于恐惧和嫉妒,想要摧毁日益强大的罗马人势力。

§3.2

ἐν ταύτῃ τῇ μάχῃ πολλὰς τροπὰς ἐπʼ ἀμφότερα λαμβανούσῃ Μάρκιος ἀγωνιζόμενος εὐρώστως ἐν ὄψει τοῦ δικτάτορος, ἄνδρα Ῥωμαῖον πεσόντα πλησίον ἰδών οὐκ ἠμέλησεν, ἀλλʼ ἔστη πρὸ αὐτοῦ καὶ τὸν ἐπιφερόμενον τῶν πολεμίων ἀμυνόμενος ἀπέκτεινεν. ὡς οὖν ἐκράτησεν ὁ στρατηγός, ἐν πρώτοις ἐκεῖνον ἐστεφάνωσε δρυὸς στεφάνῳ.

在这场双方局势经历多次反复的激战中,马尔基乌斯在独裁官的眼前勇猛作战,见一名罗马战士在近旁倒下,便没有坐视不管,反而挺立在他身前,迎击逼近的敌人并将其斩杀。因此,当主帅取得胜利时,首先便以一顶橡树花环为他加冕。

§3.3

τοῦτον γὰρ ὁ νόμος τῷ πολίτην ὑπερασπίσαντι τὸν στέφανον ἀποδέδωκεν, εἴτε δὴ μάλιστα τιμήσας διʼ Ἀρκάδας τὴν δρῦν βαλανηφάγους ὑπὸ τοῦ θεοῦ χρησμῷ προσαγορευθέντας, εἴτε ὡς ταχὺ καὶ πανταχοῦ δρυὸς οὖσαν εὐπορίαν στρατευομένοις, εἴτε Διὸς Πολιέως ἱερὸν ὄντα τὸν τῆς δρυὸς στέφανον οἰόμενος2 ἐπὶ σωτηρίᾳ πολίτου δίδοσθαι πρεπόντως. ἔστι δὲ ἡ δρῦς τῶν μὲν ἀγρίων καλλικαρπότατον, τῶν δὲ τιθασῶν ἰσχυρότατον.

因为法律将这顶花环指定给庇护过公民的人,无论是因为依照神谕被称为“食橡子者”的阿卡迪亚人而对橡树格外尊崇,还是因为对于行军出征者而言橡树到处都能轻易获取,抑或认为橡树之冠作为城邦庇护神朱庇特的圣物,因挽救公民生命而被赐予乃是恰得其所。况且橡树在野生树木中结实最美,在驯化树木中最为坚固。

§3.4

ἦν δὲ καὶ σιτίον ἀπʼ αὐτῆς ἡ βάλανος καὶ ποτὸν τὸ μελίτειον, ὄψον δὲ παρεῖχε τὰ πλεῖστα τῶν νεμομένων τε καὶ πτηνῶν, θήρας ὄργανον φέρουσα τὸν ἰξόν. ἐν ἐκείνῃ δὲ τῇ μάχῃ καὶ τοὺς Διοσκούρους ἐπιφανῆναι λέγουσι, καὶ μετὰ τὴν μάχην εὐθὺς ὀφθῆναι ῥεομένοις ἱδρῶτι τοῖς ἵπποις3 ἐν ἀγορᾷ τὴν νίκην ἀπαγγέλλοντας, οὗ νῦν παρὰ τὴν κρήνην νεώς ἐστιν αὐτοῖς ἱδρυμένος, ὅθεν καὶ τὴν ἡμέραν ἐπινίκιον οὖσαν, ἐν τῷ Ἰουλίῳ μηνὶ τὰς εἰδούς, Διοσκούροις ἀνιερώκασι.

从它那里既有橡子可作食物,又有蜜汁可作饮料,而且它还提供捕鸟胶作为狩猎工具,从而提供了绝大多数走兽与飞禽以供食用。 据说在那场战役中,狄奥斯库洛伊兄弟也显现了真身,且在战役刚结束便被目击在广场上通体大汗的战马旁宣告胜利,如今那里在泉水旁建有他们的神庙;因此人们把作为胜利日的七月十五日奉献给了狄奥斯库洛伊兄弟。

语法注3 条
  1. 3.1ὥσπερ ἔσχατον κύβον ἀφιέντι

    现在分词 ἀφιέντι(与格单数阳性)与前文的与格名词短语 Ταρκυνίῳ τῷ βασιλεύσαντι... εἶτα ἐκπεσόντι 一致,作为动词 συνελάμβανον 的与格补足语(及物动词 συγκατῆγον 的对格宾语 αὐτόν 则由此省去)。“掷出最后的骰子”是希腊罗马史家常用的比喻,指孤注一掷或最后的博弈。

  2. 3.3εἴτε δὴ μάλιστα τιμήσας ... εἴτε ὡς ταχὺ καὶ πανταχοῦ δρυὸς οὖσαν εὐπορίαν ... εἴτε ... οἰόμενος

    在由 εἴτε ... εἴτε ... εἴτε 引导的三重原因推测中,第一项与第三项使用与主语(被拟人化的 ὁ νόμος,即法律)一致的主格分词(τιμήσας, οἰόμενος),而第二项则打破对称,采用了带 ὡς 的对格绝对结构(ὡς ... δρυὸς οὖσαν εὐπορίαν)。这种句式变化将行军者的实际便利同立法者的内在考量区别开来。

  3. 3.4ῥεομένοις ἱδρῶτι τοῖς ἵπποις

    与格短语 ῥεομένοις ἱδρῶτι τοῖς ἵπποις 作为伴随情况与格(dative of attendant circumstances),修饰被动不定式 ὀφθῆναι(被目击),表示“伴随着大汗淋漓的战马”。其中的 ἱδρῶτι 则是分词 ῥεομένοις(流淌)所支配的方式/原因与格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:3.1-3.4