← 普鲁塔克

科里奥兰纳斯传

§38.1-38.4

福尔图娜雕像言语之真伪与神力

关于福尔图娜雕像发声的传说,作者指出虽然出汗、呻吟等现象可用自然原理解释,但无生命之物发出分节语言在原理上绝无可能。继而,作者从信史见证引发的心灵错觉予以解释,并从人类对超越凡俗的神力的信仰角度探讨了对此类奇迹的接纳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

ταύτην καὶ δὶς γενέσθαι τὴν φωνὴν μυθολογοῦσιν, ἀγενήτοις ὅμοια καὶ χαλεπὰ πεισθῆναι πείθοντες ἡμᾶς. ἰδίοντα μὲν γὰρ ἀγάλματα φανῆναι καὶ δακρυρροοῦντα καί τινας μεθιέντα νοτίδας αἱματώδεις οὐκ ἀδύνατόν ἐστι καὶ γὰρ ξύλα καὶ λίθοι πολλάκις μὲν εὐρῶτα συνάγουσι γόνιμον ὑγρότητος, πολλὰς δὲ χροιὰς ἀνιᾶσιν ἐξ ἑαυτῶν, καὶ δέχονται βαφὰς ἐκ τοῦ περιέχοντος, οἷς ἔνια σημαίνειν τὸ δαιμόνιον οὐδὲν ἂν δόξειε κωλύειν.

人们传说这声音甚至发出了两次,试图让我们相信那类近乎不可能且难以置信之事。因为塑像显现出流汗、落泪以及渗透出某些血样湿气,并非不可能;事实上,木材与石料常会聚积易生湿气的霉斑,从自身泛出多种色泽,并承受来自周围大气的浸染,似乎并无任何东西阻碍神明借由这些现象来昭示某些征兆。

§38.2

δυνατὸν δὲ καὶ μυγμῷ καὶ στεναγμῷ ψόφον ὅμοιον ἐκβάλλειν ἀγάλματα κατὰ ῥῆξιν ἢ διάστασιν μορίων βιαιοτέραν ἐν βάθει γενομένην ἔναρθρον δὲ φωνὴν καὶ διάλεκτον οὕτω σαφῆ καὶ περιττὴν καὶ ἀρτίστομον ἐν ἀψύχῳ γενέσθαι παντάπασιν ἀμήχανον, εἰ μηδὲ τὴν ψυχὴν καὶ τὸν θεὸν ἄνευ σώματος ὀργανικοῦ καὶ διηρμοσμένου μέρεσι λογικοῖς γέγονεν ἠχεῖν καὶ διαλέγεσθαι.1

而且,由于深处发生较为剧烈的碎裂或微粒分离,雕像发出类似呜咽或呻吟的声响也是可能的;然而在无生命之物中产生清晰分节的语音,以及如此明白、卓绝且流利的言辞,却是截然不可能的,因为甚至连灵魂和神明,若没有装配有发声部位的有机身体,也是不能发声并交谈的。

§38.3

ὅπου δʼ ἡμᾶς ἡ ἱστορία πολλοῖς ἀποβιάζεται καὶ πιθανοῖς μάρτυσιν, ἀνόμοιον αἰσθήσει πάθος ἐγγινόμενον τῷ φανταστικῷ τῆς ψυχῆς συναναπείθει τὸ δόξαν,2 ὥσπερ ἐν ὕπνοις ἀκούειν οὐκ ἀκούοντες καὶ βλέπειν οὐ βλέποντες δοκοῦμεν. οὐ μὴν ἀλλὰ τοῖς ὑπʼ εὐνοίας καὶ φιλίας πρὸς τὸν θεὸν ἄγαν ἐμπαθῶς ἔχουσι, καὶ μηδὲν ἀθετεῖν μηδʼ ἀναίνεσθαι τῶν τοιούτων δυναμένοις, μέγα πρὸς πίστιν ἐστὶ τὸ θαυμάσιον καὶ μὴ καθʼ ἡμᾶς τῆς τοῦ θεοῦ δυνάμεως.

但在史书记载以诸多可信的见证者压服我们的地方,一种与感官知觉不同的感受生于灵魂的想象部分,便一同说服了我们的判断,正如在睡眠中我们未听却自以为听见、未见却自以为看见一样。不过,对于因对神的善意与爱戴而怀有过分热切情感、无法摒弃或否认此类事情的人而言,神力之奇妙以及超越人类之处,乃是信仰的巨大依凭。

§38.4

οὐδὲν γὰρ οὐδαμῶς ἀνθρωπίνῳ προσέοικεν οὔτε φύσιν οὔτε κίνησιν οὔτε τέχνην οὔτʼ ἰσχύν, οὐδʼ εἴ τι ποιεῖ τῶν ἡμῖν ἀποιήτων καὶ μηχανᾶται τῶν ἀμηχάνων, παράλογόν ἐστιν, ἀλλὰ μᾶλλον ἐν πᾶσι διαφέρων πολύ μάλιστα τοῖς ἔργοις ἀνόμοιός ἐστι καὶ παρηλλαγμένος. ἀλλὰ τῶν μὲν θείων τὰ πολλά, καθʼ Ἡράκλειτον, ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι.3

因为〔神〕在本质、运动、技艺乃至力量上,皆无一与人类相类似;即便他行了我们所不能行之事,策划了我们所不可企及之事,也并不背理,反倒在一切方面皆有差别,尤其是在其造为上极为不同且绝然悬殊。然而正如赫拉克利特所言,神圣之事大抵“因未蒙信赖而免于为人所知”。

语法注3 条
  1. 38.2εἰ μηδὲ τὴν ψυχὴν καὶ τὸν θεὸν ἄνευ σώματος ὀργανικοῦ καὶ διηρμοσμένου μέρεσι λογικοῖς γέγονεν ἠχεῖν καὶ διαλέγεσθαι

    连词 εἰ 在此并非表示单纯的假设,而是引出一个被公认为事实的前提(因果/逻辑条件从句),相当于“既然……甚至都不曾/不能……”。γέγονεν 用作无人称结构(“曾经发生/得以发生”),后接带有宾语与不定式的复合结构 τὴν ψυχὴν καὶ τὸν θεὸν ... ἠχεῖν καὶ διαλέγεσθαι。

  2. 38.3ἀνόμοιον αἰσθήσει πάθος ἐγγινόμενον τῷ φανταστικῷ τῆς ψυχῆς συναναπείθει τὸ δόξαν

    句子的主语是 πάθος(受动感受),由分词 ἐγγινόμενον 修饰,与格 αἰσθήσει 依附于 ἀνόμοιον。谓语动词 συναναπείθει(连带说服)的直接宾语是中性过去分词的名词化用法 τὸ δόξαν(判断之事、意见)。

  3. 38.4ἀπιστίῃ διαφυγγάνει μὴ γινώσκεσθαι

    动词 διαφυγγάνει(逃避、逃脱)后接不定式,并带有赘词性否定词 μή,构成避免/阻碍动词的常见句法,意为“免于为人所知”即“未被知晓”。ἀπιστίῃ 为表示原因的与格,保留了赫拉克利特引文中的爱奥尼亚方言形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:38.1-38.4