← 普鲁塔克

科里奥兰纳斯传

§37.1-37.3

妇女受颂与女运女神庙的建立

沃尔斯吉人撤退后,罗马全城开放神庙献祭庆祝,元老院与民众盛赞立下救国大功的妇女们。妇人们请求建立女运女神圣所并自费设立了第二尊神像,相传该神像在安放时发出了神迹般的声音。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

ὁ δὲ Ῥωμαίων δῆμος ἐν ὅσῳ φόβῳ καί κινδύνῳ καθειστήκει τοῦ πολέμου παρόντος, αἴσθησιν παρέσχε μᾶλλον λυθέντος. ἅμα γὰρ ἀφεώρων τοὺς Οὐολούσκους ἀναζευγνύοντας οἱ περὶ τὰ τείχη, καί πᾶν εὐθὺς ἱερὸν ἀνεῴγει1 στεφανηφορούντων ὥσπερ ἐπὶ νίκῃ καί θυόντων. μάλιστα δὲ τῇ περὶ τὰς γυναῖκας ἀγαπήσει καί τιμῇ τῆς τε βουλῆς τοῦ τε πλήθους ἅπαντος ἔνδηλος ἦν ἡ χαρὰ τῆς πόλεως, καί λεγόντων καί νομιζόντων2 γεγονέναι τῆς σωτηρίας περιφανῶς ἐκείνας αἰτίας.

罗马人民在战事临头时所陷入的恐惧与危险是何其巨大,在其解除之际便表现得更为清晰。因为城墙四周的人一望见沃尔斯吉人退兵,一切神庙便立刻大开,众人戴着花冠宛如迎受胜利般献祭。而在元老院与全体民众对妇女们的爱戴与尊崇之中,城邦的喜悦表现得最为显豁,人们一致宣称并确信,正是那些妇人昭然成为了拯救他们的缘由。

§37.2

ψηφισαμένης δὲ τῆς βουλῆς, ὅ τι ἂν αὑταῖς ἀξιώσωσι γενέσθαι πρὸς δόξαν ἢ χάριν, τοῦτο ποιῆσαι καί παρασχεῖν τοὺς ἄρχοντας, οὐδὲν ἠξίωσαν ἄλλο ἢ Τύχης γυναικείας ἱερὸν ἱδρύσασθαι, τὸ μὲν ἀνάλωμα συμβαλόμεναι παρʼ αὑτῶν, ἱερουργίας δὲ καί τιμὰς, ὅσαι θεοῖς πρέπουσι, δημοσίᾳ τῆς πόλεως ἀναλαβούσης.

当元老院表决通过,凡妇女们认为应为自身名誉或恩谢而行之事,政务官们皆当执行并予以提供时,妇女们除了建立一座女运女神的圣所之外别无所求,开销由她们自己分摊,而凡合于神明应受的祭礼与荣耀,则由城邦以公帑承担。

§37.3

ἐπεὶ δὲ ἡ βουλὴ τὴν μὲν φιλοτιμίαν ἐπῄνεσε, δημοσίαις δὲ δαπάναις ἐποιήσατο τὸν νεὼν καί τὸ ἕδος, οὐδὲν ἧττον αὐταὶ χρήματα συνεισενεγκοῦσαι δεύτερον ἄγαλμα κατεσκεύασαν, ὃ δὴ καί φασι Ῥωμαῖοι καθιστάμενον ἐν τῷ ἱερῷ φθέγξασθαί τι τοιοῦτον· θεοφιλεῖ με θεσμῷ γυναῖκες δεδώκατε.3

然而,元老院虽赞许她们的热忱,却以公款建造了神庙与神像,妇女们依然集资打造了第二尊神像;罗马人相传,当此像被安置于神殿中时,竟发出了这样的话语: “女人们,你们依循蒙神喜悦的规制奉献了我。”

语法注3 条
  1. 37.1ἅμα γὰρ ἀφεώρων... καί πᾶν εὐθὺς ἱερὸν ἀνεῴγει

    由副词 ἅμα 与 καί 构成的并列结构,表达动作的紧密衔接,意为“刚一……立刻就……”。随后的副词 εὐθύς(立即)进一步强化了这种时间上的紧迫性。

  2. 37.1καί λεγόντων καί νομιζόντων

    此处的属格阳性复数分词在意义上与前文单数集体名词 τῆς τε βουλῆς τοῦ τε πλήθους ἅπαντος(元老院与全体民众)相呼应,属于意合构造(constructio ad sensum)。它并非纯粹的属格绝对结构,而是逻辑上修饰组成这些团体的具体个人及其言语与信念。

  3. 37.3θεοφιλεῖ με θεσμῷ γυναῖκες δεδώκατε

    短语 θεοφιλεῖ... θεσμῷ 为方式或手段与格(“遵循蒙神喜悦的法规/规制”)。神像以第一人称宾格 με(我)自称,δεδώκατε 是 δίδωμι 的第二人称复数完成时主动态(“你们奉献了”),构成了庄严的宗教献纳铭文式句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:37.1-37.3