- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:39.1-39.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
图卢斯在公民大会上密谋刺杀马修斯,同谋者趁其申辩之际将其杀害,但民众仍为他举行了隆重的葬礼。失去马修斯后,沃尔斯奇人陷入内讧并在对罗马的战争中惨败归降。
τὸν δὲ Μάρκιον, ὡς ἐπανῆλθεν εἰς τὸ Ἄντιον ἀπὸ τῆς στρατείας, μισῶν πάλαι καὶ βαρυνόμενος διὰ φθόνον ὁ Τύλλος ἐπεβούλευεν ἀνελεῖν εὐθύς, ὡς εἰ νῦν διαφύγοι, λαβὴν ἑτέραν οὐ παρέξοντα.1 πολλοὺς δὲ συστήσας καὶ παρασκευάσας ἐπʼ αὐτόν ἐκέλευσεν εὐθύνας ὑποσχεῖν τοῖς Οὐολούσκοις, ἀποδόντα τὴν ἀρχήν.
当马修斯出征归来返回安提乌姆时,图卢斯早已因嫉妒而怀恨在心、深感不堪,便密谋立即除掉他,心想马修斯若在此时逃脱,便再不会露出任何破绽。图卢斯联络并布置了许多人对付他,勒令他交出指挥权并向沃尔斯奇人作出交代。
ὁ δὲ φοβούμενος ἰδιώτης γενέσθαι τοῦ Τύλλου στρατηγοῦντος καὶ δυναμένου μέγιστον ἐν τοῖς ἑαυτοῦ πολίταις, ἔλεγε τὴν ἀρχὴν ἀποδώσειν Οὐολούσκοις, ἐὰν κελεύωσι, καὶ γὰρ λαβεῖν πάντων κελευόντων, εὐθύνας δὲ διδόναι καὶ λόγον οὐδὲ νῦν παραιτεῖσθαι τοῖς βουλομένοις Ἀντιατῶν. γενομένης οὖν ἐκκλησίας, οἱ παρεσκευασμένοι τῶν δημαγωγῶν ἀνιστάμενοι παρώξυνον τὸ πλῆθος.
然而,马修斯担心一旦图卢斯身为将领且在本邦公民中权柄至重之际自己沦为平民,便声称若是沃尔斯奇人下令,他就交出统帅权——因为他当初也是在众人命令下接受这权力的——并且即便现在他也并不拒绝向安提乌姆人中愿意听取者作出交代和汇报。于是公民大会召集起来,预先布置好的民众煽动家们纷纷起立挑唆大众。
ἐπεὶ δʼ ἀναστάντι τῷ Μαρκίῳ τὸ μὲν ἄγαν θορυβοῦν ὑπʼ αἰδοῦς ἐνεδίδου καὶ παρεῖχεν ἀδεῶς λέγειν, οἱ δὲ βέλτιστοι καὶ μάλιστα χαίροντες εἰρήνῃ τῶν Ἀντιατῶν ἐγένοντο φανεροὶ μετʼ εὐνοίας ἀκουσόμενοι καὶ δικαίως κρινοῦντες, ἔδεισεν ὁ Τύλλος τὴν ἀπολογίαν τοῦ ἀνδρός. ἦν γὰρ ἐν τοῖς μάλιστα δεινὸς εἰπεῖν, καὶ τὰ πρόσθεν ἔργα μείζονα τὴν χάριν εἶχε τῆς ὕστερον αἰτίας, μᾶλλον δʼ ὅλως τὸ ἔγκλημα τοῦ μεγέθους τῆς χάριτος ἦν μαρτύριον.
然而,当马修斯起立时,过度喧闹的这部分人出于敬畏而退让,让他得以无畏地陈词,而安提乌姆人中最优秀且最乐见和平之人显然怀着善意倾听并准备公正评断,图卢斯便对马修斯的申辩感到惧怕。因为马修斯在辩才上极具威力,且先前的功绩所带来的感激远胜过其后的指责,或者说指控本身反倒是那莫大恩德的明证。
οὐ γὰρ ἂν ἔδοξαν ἀδικεῖσθαι τὴν Ῥώμην ὑποχείριον μὴ λαβόντες, εἰ μὴ τοῦ λαβεῖν ἐγγὺς ἐγένοντο διὰ Μάρκιον.2 οὐκέτʼ οὖν ἔδοξε διαμέλλειν οὐδὲ πειρᾶσθαι τῶν πολλῶν, ἀλλʼ ἐγκραγόντες οἱ θρασύτατοι τῶν συνεστώτων ὡς οὐκ ἔστιν ἀκουστέον οὐδὲ περιοπτέον Οὐολούσκοις τὸν προδότην τυραννοῦντα καὶ μὴ κατατιθέμενον τὴν ἀρχήν, προσπεσόντες ἀθρόοι διέφθειραν αὐτόν, καὶ προσήμυνεν οὐδεὶς τῶν παρόντων.
因为如果不是由于马修斯而几乎将罗马夺入掌中,他们绝不会因未曾攻克罗马而自以为蒙受委屈。 因此,图卢斯决意不再拖延,也不再去试探群众,同谋中最为大胆的人便高声叫喊:沃尔斯奇人绝不能倾听〔他〕、也不能姑息这个叛徒独揽大权拒不交卸职权;他们一拥而上刺杀了他,在场之人无一上前援救。
ὅτι δὲ τοῖς πλείστοις οὐκ ἐπράχθη κατὰ γνώμην,3 ἐδήλωσαν αὐτίκα συνδραμόντες ἐκ τῶν πόλεων ἐπὶ τὸ σῶμα καὶ θάψαντες ἐντίμως καὶ τὸν τάφον ὅπλοις καὶ λαφύροις κοσμήσαντες ὡς ἀριστέως καὶ στρατηγοῦ. Ῥωμαῖοι δὲ τὴν τελευτὴν πυθόμενοι, ἄλλο μὲν οὐδὲν ἀπεδείξαντο σημεῖον οὔτε τιμῆς οὔτʼ ὀργῆς πρὸς αὐτόν, αἰτησαμέναις δὲ ταῖς γυναιξὶν ἐπέτρεψαν ἀποπενθῆσαι δέκα μῆνας, ὥσπερ ἔθος ἦν ἑκάστῃ πατέρα καὶ παῖδα καὶ ἀδελφόν. οὗτος γὰρ ἦν ὅρος τοῦ μακροτάτου πένθους, ὃν ὥρισε Νομᾶς Πομπίλιος, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις δεδήλωται.
然而,这并非出于大多数人的本意,人们随后的行动立即表明了这一点:各城民众纷纷奔赴遗体处,隆重地安葬了他,并以兵器和战利品装饰陵墓,视之为杰出的勇士与将领。罗马人得知他的死讯后,未向他展示任何荣誉或愤怒的表示,但应妇人们的请求,允许她们按惯例为各自的父亲、儿子或兄弟服丧那样,服哀悼之丧十个月。因为这是努玛·庞皮利乌斯所确定的最长服丧期限,正如在关于他的传记中所阐明的那样。
τὸν δὲ Μάρκιον εὐθὺς ἐπόθει τὰ Οὐολούσκων πράγματα, πρῶτον μὲν γὰρ στασιάσαντες πρὸς Αἰκανοὺς συμμάχους καὶ φίλους ὄντας ὑπὲρ ἡγεμονίας, ἄχρι τραυμάτων καὶ φόνων προῆλθον ἔπειτα μάχῃ κρατηθέντες ὑπὸ Ῥωμαίων, ἐν ᾗ Τύλλος ἀπέθανε καὶ τὸ ἀνθοῦν μάλιστα τῆς δυνάμεως διεφθάρη, διαλύσεις αἰσχίστας ἠγάπησαν ὑπήκοοι γενόμενοι, καὶ τὸ προσταττόμενον αὐτοῖς ποιήσειν ὁμολογήσαντες.
但沃尔斯奇人的国势立刻开始怀念马修斯了。因为首先,他们为了争夺盟主地位而与身兼盟友和友邦的埃奎人发生内讧,甚至闹到了流血伤亡的地步;接着他们在与罗马人的战役中被击败,图卢斯阵亡,兵力中最精锐的部分损失殆尽,他们只得屈从于最可耻的和约,沦为臣属,并答应遵行强加于他们的一切命令。
- 39.1ὡς εἰ νῦν διαφύγοι, λαβὴν ἑτέραν οὐ παρέξοντα
连词 ὡς 引导主句动词 ἐπεβούλευεν 所表示的意图或动机,其后搭配与主句宾语 τὸν Μάρκιον 一致的将来时宾格分词 παρέξοντα。条件从句(εἰ νῦν διαφύγοι)在过去历史时态的间接引语语境中,由假设的虚拟式转变为祈愿式。
- 39.4οὐ γὰρ ἂν ἔδοξαν ἀδικεῖσθαι τὴν Ῥώμην ὑποχείριον μὴ λαβόντες, εἰ μὴ τοῦ λαβεῖν ἐγγὺς ἐγένοντο διὰ Μάρκιον.
过去事实相反的虚拟条件句(反事实假设)。归结从句使用 ἂν 加不定过去时直陈式(ἔδοξαν),条件从句由 εἰ μή 加不定过去时直陈式(ἐγένοντο)构成。分词短语 μὴ λαβόντες 说明 ἀδικεῖσθαι 的原因或伴随情况,意为“因未能占领罗马而自认蒙受侵害”。
- 39.5ὅτι δὲ τοῖς πλείστοις οὐκ ἐπράχθη κατὰ γνώμην
ὅτι 引导的名词性从句置于句首,充当后续主句动词 ἐδήλωσαν 的宾语。被动动词 ἐπράχθη 作非人称用法(或以该事件本身为主语),与表示施事或利害的与格 τοῖς πλείστοις 连用,介词短语 κατὰ γνώμην 意为“依从心意/合乎愿望”。
