- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:36.1-36.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在母亲福尔姆尼娅进一步的责问与跪拜恳请下,马尔基乌斯深受震动,承认唯独被母亲击败而放弃攻城,随后率领沃尔斯吉军队撤退。
ταῦτα τῆς Οὐολουμνίας λεγούσης ὁ Μάρκιος ἠκροᾶτο μηδὲν ἀποκρινόμενος, ἐπεὶ δὲ καὶ παυσαμένης εἱστήκει σιωπῶν πολὺν χρόνον, αὖθις ἡ Οὐολουμνία· τί σιγᾷς, εἶπεν, ὦ παῖ; πότερον ὀργῇ καὶ μνησικακίᾳ πάντα συγχωρεῖν καλόν, οὐ καλὸν δὲ μητρὶ χαρίσασθαι δεομένῃ περὶ τηλικούτων; ἢ τὸ μεμνῆσθαι πεπονθότα κακῶς ἀνδρὶ μεγάλῳ προσήκει, τὸ δʼ εὐεργεσίας, αἷς εὐεργετοῦνται παῖδες ὑπὸ τῶν τεκόντων, σέβεσθαι καὶ τιμᾶν οὐκ ἀνδρὸς ἔργον ἐστὶ μεγάλου καὶ ἀγαθοῦ; καὶ μὴν οὐδενὶ μᾶλλον ἔπρεπε τηρεῖν χάριν ὡς σοί, πικρῶς οὕτως ἀχαριστίαν ἐπεξιόντι.1
当福尔姆尼娅这般陈辞时,马尔基乌斯听着却一言不发;而在她止息之后,他依旧沉默地伫立良久,福尔姆尼娅再次开口: “你为何沉默不语, 她说, 我的孩子?难道对愤怒与仇怨迁就一切是美好的,而答允母亲为如此重大的事所作的祈请反倒是不美好的吗?抑或铭记自己遭受的伤害才合乎伟丈夫的风范,而恭敬并尊重父母施予儿女的恩德,反倒不是伟大而良善之士所为吗?况且,再没有谁比你更应当守持感恩之心了,因为你对忘恩负义惩处得是如此严苛。
καίτοι παρὰ τῆς πατρίδος ἤδη μεγάλας δίκας ἀπείληφας, τῇ μητρὶ δʼ οὐδεμίαν χάριν ἀποδέδωκας. ἦν μὲν οὖν ὁσιώτατον ἄνευ τινὸς ἀνάγκης τυχεῖν με παρὰ σοῦ δεομένην οὕτω καλῶν καὶ δικαίων μὴ πείθουσα δὲ τί φείδομαι τῆς ἐσχάτης ἐλπίδος; καὶ ταῦτʼ εἰποῦσα προσπίπτει τοῖς ποσὶν αὐτοῦ μετὰ τῆς γυναικὸς ἅμα καὶ τῶν τέκνων.
然而,你已从祖国那里得到了巨大的报应,却未曾向母亲回报哪怕一丝感激。因此,我恳求如此美好而正义之事,若能无需任何强迫便从你这里得到应允,本是最合乎神圣之道的事;但我既然无法说服你,为何还要惜留最后的指望?” 言罢,她同他的妻子与孩子们一同跪倒在他的脚前。
ὁ δὲ Μάρκιος ἀναβοήσας· οἷα εἴργασαί με, ὦ μῆτερ, ἐξανίστησιν αὐτὴν, καὶ τὴν δεξιὰν πιέσας σφόδρα· νενίκηκας, εἶπεν, εὐτυχῆ μὲν τῇ πατρίδι νίκην, ἐμοὶ δʼ ὀλέθριον·2 ἄπειμι γὰρ ὑπὸ σοῦ μόνης ἡττώμενος. τοῦτο δʼ εἰπὼν, καὶ βραχέα τῇ μητρὶ καὶ τῇ γυναικὶ διαλεχθεὶς ἰδίᾳ, τὰς μὲν ἀπέπεμψεν εἰς Ῥώμην πάλιν αὐτὰς δεομένας, τῆς δὲ νυκτὸς παρελθούσης ἀπήγαγεν Οὐολούσκους, οὐ τὸν αὐτὸν τρόπον οὐδʼ ὁμοίως διακειμένους ἅπαντας.
马尔基乌斯大声喊道: “母亲,您对我做了什么啊!” 他扶起她,紧紧握住她的右手,“您赢了,”他说,“这是一场对祖国而言幸运、对我而言却是毁灭的胜利;因为我撤退,唯独是被您一人所击溃。” 说完这些,他又私下同母亲与妻子简短交谈了几句,便遵照她们自身的愿望将她们送回罗马;待黑夜过去,他率领沃尔斯吉人撤退,但他们的态度与心绪却并非全都一致。
οἱ μὲν γὰρ ἐμέμφοντο καὶ τὸν ἄνδρα καὶ τὴν πρᾶξιν, οἱ δὲ οὐδέτερα, πρὸς διάλυσιν καὶ εἰρήνην οἰκείως ἔχοντες, ἔνιοι δὲ δυσχεραίνοντες τὰ πραττόμενα τὸν Μάρκιον ὅμως οὐ πονηρὸν ἐνόμιζον, ἀλλὰ συγγνωστόν ἐπικλασθέντα τηλικαύταις ἀνάγκαις.3 ἀντεῖπε δʼ οὐδείς, ἀλλὰ πάντες εἵποντο, τὴν ἀρετὴν μᾶλλον αὐτοῦ θαυμάζοντες ἢ τὴν ἐξουσίαν.
因为有些人对这个人及其行径兼加责难;另一些人则兼不责怪,倾向于和解与和平;还有些人虽对这番作为感到不悦,却仍认为马尔基乌斯并非奸恶,而是情有可原,毕竟是被如此无可奈何的情势所屈折。然而没有一人反对,众人都跟随着他,钦佩他的德行更甚于他的权威。
- 36.2οὐδενὶ μᾶλλον ἔπρεπε τηρεῖν χάριν ὡς σοί, πικρῶς οὕτως ἀχαριστίαν ἐπεξιόντι
连词 ὡς 在此接在比较级副词 μᾶλλον 之后,相当于比较连词 ἤ(“再没有谁比你……”)。分词短语 πικρῶς οὕτως ἀχαριστίαν ἐπεξιόντι 为与格,修饰 σοί,表示伴随情况或原因。
- 36.4νενίκηκας ... εὐτυχῆ μὲν τῇ πατρίδι νίκην, ἐμοὶ δʼ ὀλέθριον
名词 νίκην 作为同源宾格(cognate accusative)受完成时动词 νενίκηκας 支配,由相对照的形容词 εὐτυχῆ 与 ὀλέθριον 修饰,意为“您赢得了一场对祖国而言幸运、对我而言却是毁灭的胜利”。
- 36.5ἀλλὰ συγγνωστόν ἐπικλασθέντα τηλικαύταις ἀνάγκαις
宾格补语形容词 συγγνωστόν 和不定过去被动分词 ἐπικλασθέντα 均与前句中的宾格 τὸν Μάρκιον 一致,表明人们认为马尔基乌斯是可以原谅的,因为他被如此重大的迫切情势(母亲的屈尊恳求等)所折服。
