← 普鲁塔克

科里奥兰纳斯传

§35.1-35.5

母亲福尔姆尼娅的痛切陈辞与对马尔基乌斯的警告

马尔基乌斯在沃尔斯吉首领们面前倾听母亲福尔姆尼娅的陈辞;母亲诉说了流亡带来的苦痛与祈祷中的两难绝境,并严正警告他若不踏过生母尸体便休想进逼祖国。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

ἐπεὶ δὲ τούτων ἄδην εἶχε καὶ τὴν μητέρα βουλομένην ἤδη λόγων ἄρχειν ᾔσθετο, τοὺς τῶν Οὐολούσκων προβούλους παραστησάμενος ἤκουσε τῆς Οὐολουμνίας τοιαῦτα λεγούσης ὁρᾷς μὲν, ὦ παῖ, κἂν αὐταὶ μὴ λέγωμεν, ἐσθῆτι καὶ μορφῇ τῶν ἀθλίων σωμάτων τεκμαιρόμενος, οἵαν οἰκουρίαν ἡμῖν ἡ σὴ φυγὴ περιεποιήσατο· λόγισαι δὲ νῦν ὡς ἀτυχέσταται πασῶν ἀφίγμεθα γυναικῶν, αἷς τὸ ἥδιστον θέαμα φοβερώτατον ἡ τύχη πεποίηκεν, ἐμοὶ μὲν υἱόν, ταύτῃ δʼ ἄνδρα τοῖς τῆς πατρίδος τείχεσιν ἰδεῖν ἀντικαθήμενον.1 ὃ δʼ ἔστι τοῖς ἄλλοις ἀτυχίας πάσης καὶ κακοπραγίας παραμύθιον, εὔχεσθαι θεοῖς, ἡμῖν ἀπορώτατον γέγονεν. οὐ γὰρ οἷόν τε καὶ τῇ πατρίδι νίκην ἅμα καὶ σοὶ σωτηρίαν αἰτεῖσθαι παρὰ τῶν θεῶν, ἀλλʼ ἅ τις ἂν ἡμῖν καταράσαιτο τῶν ἐχθρῶν, ταῦτα ταῖς ἡμετέραις ἔνεστιν εὐχαῖς.

当他尽情享受了这些拥抱,察觉到母亲正欲开口说话时,便让沃尔斯吉人的长官们列席身旁,倾听福尔姆尼娅作如下陈辞: “我的孩子,即使我们自己不开口,单凭我们可怜的身躯上的衣饰和面貌,你也看得出你的流亡为我们带来了怎样的持家度日; 请你如今想一想,我们作为全天下最不幸的妇人来到这里,命运将最甜蜜的景象变成了最可怕的梦魇——对我而言是看到儿子,对她而言则是看到丈夫,正扎营逼近祖国的城墙。而且,那本是其他人遭受一切不幸与灾难时的安慰——向神明祈祷,对我们而言却成了最无解的困境。因为我们绝不可能同时向神明祈求祖国的胜利与你的平安;相反,凡是敌人可能向我们降下的诅咒,全都包含在我们自己的祈祷之中。

§35.3

ἀνάγκη γὰρ ἢ τῆς πατρίδος ἢ σοῦ στέρεσθαι γυναικὶ σῇ καὶ τέκνοις, ἐγὼ δʼ οὐ περιμενῶ ταύτην μοι διαιτῆσαι τὴν τύχην ζώσῃ τὸν πόλεμον,2 ἀλλʼ εἰ μή σε πείσαιμι φιλίαν καὶ ὁμόνοιαν ἀντὶ διαφορᾶς καὶ κακῶν θέμενον ἀμφοτέρων εὐεργέτην γενέσθαι μᾶλλον ἢ λυμεῶνα τῶν ἑτέρων, οὕτω διανοοῦ καὶ παρασκεύαζε σεαυτὸν ὡς τῇ πατρίδι μὴ προσμῖξαι δυνάμενος πρὶν ἢ νεκρὰν ὑπερβῆναι τὴν τεκοῦσαν.3 οὐ γὰρ ἐκείνην με δεῖ τὴν ἡμέραν ἀναμένειν ἐν ᾗ τὸν υἱὸν ἐπόψομαι θριαμβευόμενον ὑπὸ τῶν πολιτῶν ἢ θριαμβεύοντα κατὰ τῆς πατρίδος.

因为你的妻子和儿女势必在失去祖国与失去你之间承受其一;至于我,决不等待这一命运在我活着的时候来为战争作决断。倘若我不能说服你以友谊与和谐取代争执与灾祸,使你成为双方的恩人而非一方面的毁灭者,那么你就要如此思量并做好准备:若不踏过生身之母的尸体,你便休想逼近祖国。因为我决不可等待那一天到来,亲眼看见儿子被同胞作为战利品押送凯旋,或是战胜祖国而举行凯旋式。

§35.4

εἰ μὲν οὖν ἀξιῶ σε τὴν πατρίδα σῶσαι Οὐολούσκους ἀπολέσαντα, χαλεπή σοὶ καὶ δυσδιαίτητος, ὦ παῖ, πρόκειται σκέψις· οὔτε γὰρ διαφθεῖραι τοὺς πολίτας καλόν, οὔτε τοὺς πεπιστευκότας προδοῦναι δίκαιον νῦν δʼ ἀπαλλαγὴν κακῶν αἰτούμεθα, σωτήριον μὲν ἀμφοτέροις ὁμοίως, ἔνδοξον δὲ καὶ καλὴν μᾶλλον Οὐολούσκοις, ὅτι τῷ κρατεῖν δόξουσι διδόναι τὰ μέγιστα τῶν ἀγαθῶν, οὐχ ἧττον λαμβάνοντες,4 εἰρήνην καὶ φιλίαν, ὧν μάλιστα μὲν αἴτιος ἔσῃ γινομένων, μὴ γινομένων δὲ μόνος αἰτίαν ἕξεις παρʼ ἀμφοτέροις.

因此,倘若我要求你以毁灭沃尔斯吉人来拯救祖国,那对你而言,我的孩子,将是一个艰难而难于决断的思量;因为毁灭同胞既非美事,背叛信赖你的人亦非正义。然而如今我们所求的乃是摆脱灾难,这对双方同样是拯救,对沃尔斯吉人而言更是光荣而美好的,因为凭借胜势,他们看似施予了最伟大的福祉——和平与友谊,同时自己所领受的也毫不逊色。若成全了这些,你将是最大的功臣;但若不成,你一人便要在双方之间承担罪责。

§35.5

ἄδηλος δʼ ὢν ὁ πόλεμος τοῦτʼ ἔχει πρόδηλον, ὅτι σοὶ νικῶντι μὲν ἀλάστορι τῆς πατρίδος εἶναι περίεστιν, ἡττώμενος δὲ δόξεις ὑπʼ ὀργῆς εὐεργέταις ἀνδράσι καὶ φίλοις τῶν μεγίστων συμφορῶν αἴτιος γεγονέναι.

战争虽变幻莫测,唯有一点确凿无疑:若你获胜,留给你的唯有成为祖国的复仇灾星;若你战败,人们将认为你因一己之怒,给有恩于你的友人们带来了最大的灾祸。”

语法注4 条
  1. 35.2ἐμοὶ μὲν υἱόν, ταύτῃ δʼ ἄνδρα τοῖς τῆς πατρίδος τείχεσιν ἰδεῖν ἀντικαθήμενον

    不定式 ἰδεῖν 对 τὸ ἥδιστον θέαμα 起同位语或说明性补充作用。ἐμοὶ 与 ταύτῃ 分别是关涉与格(“对我而言……对她而言”),充当认知动词所视对象的宾格 υἱόν 与 ἄνδρα 则作补充分词 ἀντικαθήμενον 的逻辑主语。

  2. 35.3ταύτην μοι διαιτῆσαι τὴν τύχην ζώσῃ τὸν πόλεμον

    该句由 περιμενῶ 统领宾格加不定式结构:τὴν τύχην 为逻辑主语,διαιτῆσαι 为不定式,τὸν πόλεμον 为其直接宾语。与格短语 μοι ζώσῃ 表示关联或情境(“对我尚在人世时而言”/“在我活着的时候”)。

  3. 35.3ὡς τῇ πατρίδι μὴ προσμῖξαι δυνάμενος πρὶν ἢ νεκρὰν ὑπερβῆναι τὴν τεκοῦσαν

    连词 ὡς 结合分词 δυνάμενος 与前面的 παρασκεύαζε σεαυτόν 呼应,表示主观信念或心理预期(“抱着……的认识/准备”)。πρὶν ἤ 搭配不定式 ὑπερβῆναι,意为“在……之前 / 若不先踏过……”。

  4. 35.4τῷ κρατεῖν δόξουσι διδόναι τὰ μέγιστα τῶν ἀγαθῶν, οὐχ ἧττον λαμβάνοντες

    τῷ κρατεῖν 是定冠词加动词不定式构成的工具/原因与格(“由于处于胜势/占优势”)。διδόναι 是 δόξουσι 的补足不定式,分词 λαμβάνοντες 则表让步或伴随状况(“同时所领受的并不少”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:35.1-35.5