← 普鲁塔克

科里奥兰纳斯传

§32.1-32.7

祭司团求和失败与关于神意干预的论述

使团受挫后,元老院派出全体祭司团作为最后的手段前往劝说马尔基乌斯,但马尔基乌斯仍毫不退让,罗马人只得闭城自守。以此绝境为由头,作者引述荷马史诗,深入探讨了神意干预并非剥夺人的自由意志、而是激发并引导自由抉择的义理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.1

ἐπανελθόντων δὲ τῶν πρέσβεων ἀκούσασα ἡ βουλή, καθάπερ ἐν χειμῶνι πολλῷ καὶ κλύδωνι τῆς πόλεως, ἄρασα τὴν ἀφʼ ἱερᾶς ἀφῆκεν.1 ὅσοι γὰρ ἦσαν ἱερεῖς θεῶν ἢ μυστηρίων ὀργιασταὶ ἢ φύλακες ἢ τὴν ἀπʼ οἰωνῶν πάτριον οὖσαν ἐκ παλαιῶν μαντικὴν ἔχοντες, τούτους πάντας ἀπιέναι πρὸς τὸν Μάρκιον ἐψηφίσαντο, κεκοσμημένους ὡς ἦν ἑκάστῳ νόμος ἐν ταῖς ἱερουργίαις· λέγειν δὲ ταὐτὰ, καὶ παρακαλεῖν ὅπως ἀπαλλάξας τὸν πόλεμον οὕτω διαλέγηται περὶ τῶν Οὐολούσκων τοῖς πολίταις.

使者归来后,元老院听取了回报,便如城邦正处于巨浪狂澜之中一般,打出了最后的王牌。因为他们决议,凡是诸神的神官、密仪的主持者与守护者,或是掌管自古相传的鸟卜之术者,皆当依照各自在祭祀时的惯例盛装打扮,前往见马尔基乌斯;向他说出同样的话,并劝告他罢兵免战,而后再与公民商讨沃尔斯奇人之事。

§32.2

ἐδέξατο μὲν οὖν εἰς τὸ στρατόπεδον τοὺς ἄνδρας, ἄλλο δʼ οὐδὲν ἔδωκεν οὐδʼ ἔπραξεν οὐδʼ εἶπε μαλακώτερον, ἀλλʼ ἐφʼ οἷς πρότερον ἐκέλευε ποιεῖσθαι τὰς διαλύσεις ἢ δέχεσθαι τὸν πόλεμον. ἐπανελθόντων οὖν τῶν ἱερέων ἔδοξεν ἀτρεμοῦντας ἐν τῇ πόλει τὰ τείχη φυλάττειν καὶ προσβάλλοντας ἀποκρούεσθαι τοὺς πολεμίους, ἐν τῷ χρόνῳ μάλιστα καὶ τοῖς ἀπὸ τῆς τύχης παραλόγοις τιθεμένοις τὰς ἐλπίδας, ἐπεὶ διʼ αὑτῶν γε σωτήριον οὐδὲν ἠπίσταντο πράττοντες, ἀλλὰ ταραχὴ καὶ πτοία καὶ φήμη πονηρὰ τὴν πόλιν κατεῖχεν, ἄχρι οὗ συνέβη τι πρᾶγμα τῷ πολλάκις ὑφʼ Ὁμήρου λεγομένῳ, μὴ πάνυ δὲ πείθοντι τοὺς πολλούς, ὅμοιον.

马尔基乌斯将这些人接入营寨,但并未给予任何通融,亦未做出任何更温和的举动或言辞,反而命令他们要么依先前的条件媾和,要么接受战争。因此,当祭司们归来后,他们决定留在城中按兵不动,坚守城墙,击退来犯之敌,主要将希望寄托于时间以及命运中不可预料之变故,因为他们深知靠自己无法做出任何挽救危局之事,而混乱、惊惶与凶兆般的谣言笼罩着全城,直到发生了一件与荷马常常述及、却不太为大众所信服的情形相似之事。

§32.4

λέγοντος γὰρ αὐτοῦ καὶ ἀναφωνοῦντος ἐπὶ ταῖς μεγάλαις πράξεσι καὶ παραλόγοις· "τῷ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη·" καὶ τὸ "ἀλλά τις ἀθανάτων τρέψεν φρένας, ὅς γʼ ἐνὶ θυμῷ δήμου θῆκε φάτιν·" καὶ τὸ "ἤ τι ὀϊσσάμενος ἢ καὶ θεὸς ὣς ἐκέλευε·" καταφρονοῦσιν ὡς ἀδυνάτοις πράγμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως ἄπιστον καθιστάντος.2

因为每逢重大而反常的事迹,荷马述说并高呼: “目光炯炯的女神雅典娜遂将此意置于他心上”;又道: “但某位永生之神扭转了他的心思,正是这位神 将民众之议置于他胸怀之中”;又道: “或是他自己有所揣测,抑或是神如此吩咐”;人们便蔑视〔他〕,认为他借不可能之事和不可置信的神话使得人人出于自主选择的理智判断变得不可信靠。

§32.5

οὐ ποιεῖ δὲ τοῦτο Ὅμηρος, ἀλλὰ τὰ μὲν εἰκότα καὶ συνήθη καὶ κατὰ λόγον περαινόμενα τῷ ἐφʼ ἡμῖν ἀποδίδωσι, καὶ λέγει δήπου πολλάκις· "αὐτὰρ ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμόν·" καὶ, "ὣς φάτο, Πηλείωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριζεν·" καὶ πάλιν, "ἀλλὰ τὸν οὔ τι πεῖθʼ ἀγαθὰ φρονέοντα, δαΐφρονα Βελλεροφόντην·"

但荷马并非如此行事。相反,对于合乎情理、合乎习俗以及依循理性所作成的事,他将其归于我们力所能及之处,且他确实常常说道: “但我自在那宽宏的心灵中思量”;以及: “他如此说,佩琉斯之子心生悲痛,毛发浓密的胸膛中 他的心在两条道路间犹豫彷徨”;又如: “但她无论如何也未能说服 那位怀抱善意、智勇双全的柏勒洛丰”。

§32.6

ἐν δὲ ταῖς ἀτόποις καὶ παραβόλοις πράξεσι καὶ φορᾶς τινος ἐνθουσιώδους καὶ παραστάσεως δεομέναις οὐκ ἀναιροῦντα ποιεῖ τὸν θεόν, ἀλλὰ κινοῦντα τὴν προαίρεσιν,3 οὐδʼ ὁρμὰς ἐνεργαζόμενον, ἀλλὰ φαντασίας ὁρμῶν ἀγωγούς, αἷς οὐδὲ ποιεῖ τὴν πρᾶξιν ἀκούσιον, ἀλλὰ τῷ ἑκουσίῳ δίδωσιν ἀρχήν, καὶ τὸ θαρρεῖν καὶ τὸ ἐλπίζειν προστίθησιν.

然而在那些奇诡冒险、需要某种狂热冲动与神灵感召的行动中,他并未把神描写为剥夺人的抉择,而是启动人的抉择;亦非直接植入冲动,而是带来引导冲动的表象;神借此表象并未使行动变成非自愿,而是给予了自愿行动以开端,并增添了勇气与希望。

§32.7

ἢ γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθʼ ἡμᾶς, ἤ τις ἂν ἄλλος εἴη τρόπος ᾧ βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν; οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐδὲ τὰς χεῖρας, ὡς δεῖ, μετατιθέντες αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες ἢ τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες.

因为要么应当将神圣之物彻底排除于我们诸事的因由与始基之外,要么神灵还有何种帮助与协同人类的方式呢?他们决非亲自塑造我们的肉身,亦非亲自如所需那般挪动我们的手脚,而是通过某些始基、表象与意念来唤醒灵魂中实践与抉择的机能,或是相反地予以扭转和制止。

语法注3 条
  1. 32.1ἄρασα τὴν ἀφʼ ἱερᾶς ἀφῆκεν

    源自古代棋类游戏(petteia)的成语(τὴν ἀφʼ ἱερᾶς [γραμμῆς] κινεῖν / ἀφιέναι),意为“走动神圣底线上的棋子”,比喻“打出最后的王牌”或“动用最后的底牌手段”。在此指元老院在先前使团失败后,派出所有神职人员这一孤注一掷的终极举措。

  2. 32.4καταφρονοῦσιν ὡς ἀδυνάτοις πράγμασι καὶ μυθεύμασιν ἀπίστοις τὸν ἑκάστου λογισμὸν τῆς προαιρέσεως ἄπιστον καθιστάντος

    主动词 καταφρονοῦσιν(主语为众人,宾语为省略的属格代词 αὐτοῦ,指荷马)后接表主观理由的 ὡς + 分词结构(ὡς ... καθιστάντος)。其中的与格短语 ἀδυνάτοις πράγμασι καὶ μυθεύμασιν ἀπίστοις 为修饰分词 καθιστάντος 的工具与格(“借不可能之事和不可置信的神话”);单数阳性分词 καθιστάντος 呼应前文的 αὐτοῦ(荷马),表批评者所持的理由:“认为(荷马借此)使得每个人出于抉择的理智变得不可信”。

  3. 32.6οὐκ ἀναιροῦντα ποιεῖ τὸν θεόν, ἀλλὰ κινοῦντα τὴν προαίρεσιν

    此为 ποιεῖ + 宾格 (τὸν θεόν) + 分词 (ἀναιροῦντα, κινοῦντα) 结构,意为“(在诗作中)把神描写/表现为……”。否定词 οὐκ 直接修饰 ἀναιροῦντα,并与 ἀλλὰ κινοῦντα 相对照,点明了论述的核心:荷马并未将神展现为剥夺人的抉择,而是启动人的抉择。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:32.1-32.7