- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:31.1-31.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
沃尔斯奇人图鲁斯等人对马尔基乌斯的休战心生嫉恨并加以指责,而马尔基乌斯则趁机攻占罗马盟邦。停战期满后罗马使者再次前来求和,马尔基乌斯断然仅给其三天时间接受原定条件。
τοῦτο δὴ πρῶτον αἰτίαμα τῶν Οὐολούσκων οἱ πάλαι βαρυνόμενοι τὴν δύναμιν αὐτοῦ καὶ φθονοῦντες ἐλάμβανον· ὧν ἦν καὶ ὁ Τύλλος, ἰδίᾳ μὲν ὑπὸ τοῦ Μαρκίου μηδὲν ἀδικούμενος, ἐν δʼ ἀνθρωπίνῳ πάθει γεγονώς. ἤχθετο γὰρ ἠμαυρωμένος παντάπασι τῇ δόξῃ καὶ παρορώμενος ὑπὸ τῶν Οὐολούσκων, πάντα μόνον ἡγουμένων αὐτοῖς εἶναι τὸν Μάρκιον, τοὺς δὲ ἄλλους ἀξιούντων, ὅσον ἐκεῖνος αὐτοῖς μεταδώσει δυνάμεως καὶ ἀρχῆς, ἀγαπᾶν ἔχοντας.1
这正是沃尔斯奇人中那些久已对马尔基乌斯的大权深感沉重并心怀嫉妒者所抓住的首要口实;图鲁斯亦在其中,他个人并未遭受马尔基乌斯任何不公对待,却陷入了凡人常有的情欲(嫉妒)之中。因为他的威望完全被其掩盖,并受到沃尔斯奇人的轻视,对此他深感恼恨;沃尔斯奇人将马尔基乌斯一人视为他们的一切,并认为其余诸人只要能分得他所给予的那点权力和指挥权,便当心满意足。
ὅθεν αἱ πρῶται κατηγορίαι κρύφα διεσπείροντο, καὶ συνιστάμενοι πρὸς ἀλλήλους ἠγανάκτουν, καὶ προδοσίαν ἐκάλουν τὴν ἀνάζευξιν, οὐ τειχῶν οὐδʼ ὅπλων, ἀλλὰ καιρῶν, οἷς καὶ τἆλλα πάντα σῴζεσθαι καὶ πάλιν ἀπόλλυσθαι πέφυκεν, ἡμερῶν τριάκοντα τῷ πολέμῳ δεδομένων, οὗ μείζονας οὐδὲν ἐν ἐλάττονι χρόνῳ λαμβάνειν μεταβολάς.2
由此,最初的指控暗中散播开来,他们相互勾结、义愤填膺,称这次撤军乃是一种背叛——不是对城墙或武器的背叛,而是对良机的背叛,而其他一切事物也本就依良机而得以保全或化为乌有;战事竟被给予了三十天时间,而没有任何事物比战争能在更短的时间内遭受更大的剧变。
καίτοι τὸν χρόνον τοῦτον ὁ Μάρκιος οὐκ ἀργὸν διῆγεν, ἀλλὰ τοὺς συμμάχους τῶν πολεμίων ἔφθειρεν ἐπιὼν καὶ περιέκοπτε καὶ πόλεις ἑπτὰ μεγάλας καὶ πολυανθρώπους ἔλαβεν. οἱ δὲ Ῥωμαῖοι βοηθεῖν μὲν οὐκ ἐτόλμων, ἀλλʼ ὄκνου πλήρεις ἦσαν αὐτῶν αἱ ψυχαί, καὶ τοῖς ἐκνεναρκηκόσι κομιδῇ καὶ παραλελυμένοις σώμασιν ὁμοίως διέκειντο πρὸς τὸν πόλεμον.
然而,马尔基乌斯并未虚度这段时光,反倒率军进攻并扫荡敌方的盟友,一举攻克了七座人口众多的大城。罗马人却不敢前往救援,他们满腹畏缩犹豫,对待战争的态度正如身体彻底麻木瘫痪者一般。
ἐπεὶ δʼ ὁ χρόνος διῆλθε καὶ παρῆν αὖθις ὁ Μάρκιος μετὰ τῆς δυνάμεως ἁπάσης, ἐκπέμπουσι πρεσβείαν πάλιν τοῦ Μαρκίου δεησομένην ὑφέσθαι τῆς ὀργῆς καὶ τοὺς Οὐολούσκους ἐκ τῆς χώρας ἀπαγαγόντα πράττειν καὶ λέγειν ὅ τι ἂν ἀμφοτέροις οἴηται βέλτιον εἶναι· φόβῳ μὲν γὰρ οὐδὲν ἐνδώσειν Ῥωμαίους, ἐὰν δέ τινος τῶν φιλανθρώπων οἴηται δεῖν τυχεῖν τοὺς Οὐολούσκους, ἅπαν αὐτοῖς γενήσεσθαι τὰ ὅπλα καταθεμένοις.
当期限届满,马尔基乌斯再次率全军压境时,罗马人再次派来使团,恳求马尔基乌斯平息怒火,将沃尔斯奇人撤出国土,然后实行并提出他认为对双方最为有利的方案;因为罗马人绝不会因恐惧而让步,但若他认为沃尔斯奇人应当获得某种宽大的对待,只要放下武器,一切皆可满足他们。
πρὸς ταῦθʼ ὁ Μάρκιος ἔφη μηδὲν ὡς Οὐολούσκων ἀποκρίνεσθαι στρατηγός, ὡς δὲ Ῥωμαίων ἔτι πολίτης παραινεῖν καὶ παρακαλεῖν μετριώτερα φρονήσαντας ἐπὶ τοῖς δικαίοις ἥκειν πρὸς αὐτὸν ἐν ἡμέραις τρισίν, ἃ προκαλεῖται ψηφισαμένους· εἰ δʼ ἕτερα δόξειε, γιγνώσκειν οὐκ οὖσαν αὐτοῖς ἄδειαν3 αὖθις μετὰ λόγων κενῶν βαδίζουσιν εἰς τὸ στρατόπεδον.
对此,马尔基乌斯回答道:作为沃尔斯奇人的统帅,他不作任何回应;但作为依然是罗马公民的一员,他劝诫并督促他们收敛傲气,在通过他所提出的条款后,依公正的条件于三日之内前来见他;若作其他决议,他们应当知道,若再带着空话来到营地,将绝无安全保障。
- 31.1ἀγαπᾶν ἔχοντας
动词 ἀγαπάω 连用分词 ἔχοντας,意为“满足于拥有……”。不定式 ἀγαπᾶν 依附于 ἀξιούντων,其逻辑主语为宾格 τοὺς ἄλλους,分词 ἔχοντας 与之在性、数、格上保持一致。
- 31.2οὗ μείζονας οὐδὲν ἐν ἐλάττονι χρόνῳ λαμβάνειν μεταβολάς
关系代词 οὗ 指代先行词 τῷ πολέμῳ(战争),用作比较级 μείζονας 所要求的比较属格(意为“比战争……”)。οὐδέν 是不定式 λαμβάνειν 的主语,μεταβολάς 为其宾语,整句在间接引语中表达“没有任何事物比战争能在更短的时间内遭受更大的剧变”。
- 31.5γιγνώσκειν οὐκ οὖσαν αὐτοῖς ἄδειαν
不定式 γιγνώσκειν 承接主动词 ἔφη 所引导的间接引语,在语境中带有命令语气(“应当知晓/记住”)。后面的分词 οὐκ οὖσαν 是作为认识动词 γιγνώσκειν 的补充补足语分词,并与与格 αὐτοῖς 构成所属与格结构,意为“他们绝无安全保障/特许豁免权”。
