- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:33.1-33.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在卡皮托利乌姆祈祷的瓦莱里娅蒙受神意感召,率众前往劝说马尔基乌斯之母沃卢姆妮娅一同出城求和,沃卢姆妮娅虽心怀悲痛与疑虑,最终应允前往。
ἐν δὲ τῇ Ῥώμῃ τότε τῶν γυναικῶν ἄλλαι μὲν πρὸς ἄλλοις ἱεροῖς, αἱ δὲ πλεῖσται καὶ δοκιμώταται περὶ τὸν τοῦ Καπιτωλίου Διὸς βωμὸν ἱκέτευον. ἐν δὲ ταύταις ἦν ἡ Ποπλικόλα τοῦ μεγάλα καὶ πολλὰ Ῥωμαίους ἔν τε πολέμοις καὶ πολιτείαις ὠφελήσαντος ἀδελφὴ Οὐαλερία. Ποπλικόλας μὲν οὖν ἐτεθνήκει πρότερον, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις ἱστορήκαμεν, ἡ δὲ Οὐαλερία δόξαν εἶχεν ἐν τῇ πόλει καὶ τιμήν, δοκοῦσα τῷ βίῳ μὴ καταισχύνειν τὸ γένος.
当时在罗马,妇女们在各处神庙中祈求,而其中绝大多数且地位最高贵的妇女则围绕在卡皮托利乌姆的朱庇特祭坛周围祈祷。在这些妇人之中,有波普利科拉的妹妹瓦莱里娅,其兄曾在战争与国政两方面给罗马人带来诸多巨大的利益。波普利科拉早已去世,如我们在有关他的著作中所叙述的那样;而瓦莱里娅在城中享有声誉与尊崇,人们认为她的行事为人未辱其名门出身。
ὅπερ οὖν λέγω πάθος ἐξαπίνης παθοῦσα,1 καὶ κατʼ ἐπίνοιαν οὐκ ἀθείαστον ἁψαμένη τοῦ συμφέροντος, αὐτή τε ἀνέστη καὶ τὰς ἄλλας ἀναστήσασα πάσας ἧκεν ἐπὶ τὴν οἰκίαν τῆς τοῦ Μαρκίου μητρὸς Οὐολουμνίας. ὡς δʼ εἰσῆλθε καὶ κατέλαβε μετὰ τῆς νυοῦ καθεζομένην καὶ τὰ παιδία τοῦ Μαρκίου πρὸς τοῖς κόλποις ἔχουσαν, ἐν κύκλῳ περιστήσασα τὰς γυναῖκας αὐτῆς·
于是,她突然经历了正如我所说的那种感受,并在非无神意启迪的灵感下把握了有益之策,自己立时起身,并唤起其他所有的妇人,一同前往马尔基乌斯之母沃卢姆妮娅的家中。当她走入屋内,见沃卢姆妮娅正与儿媳同坐,并把马尔基乌斯的幼子们抱在怀中,便让随行的妇人们环绕在她身旁,说道:
αὐταί γε ἡμεῖς, εἶπεν, ὦ Οὐολουμνία, καὶ σύ, Οὐεργιλία, γυναῖκες ἥκομεν πρὸς γυναῖκας, οὔτε βουλῆς ψηφισαμένης οὔτʼ ἄρχοντος κελεύσαντος, ἀλλʼ ὁ θεὸς ἡμῶν, ὡς ἔοικεν, οἰκτείρας τὴν ἱκετείαν, ὁρμὴν παρέστησε δευρὶ τραπέσθαι πρὸς ὑμᾶς καὶ δεηθῆναι σωτηρίαν μὲν αὑταῖς καὶ τοῖς ἄλλοις πολίταις, ὑμῖν δὲ πεισθείσαις ἐπιφανεστέραν φέροντα2 δόξαν ἧς αἱ Σαβίνων θυγατέρες ἔσχον, εἰς φιλίαν καὶ εἰρήνην ἐκ πολέμων συναγαγοῦσαι πατέρας καὶ ἄνδρας.
‘沃卢姆妮娅,还有你,贝尔吉莉娅,我们正是出于自愿,以妇人的身份来到你们这些妇人面前,既非元老院决议,亦非执政长官命令;而似乎是神怜悯我们的祈求,赋予我们冲动转向你们这里,乞求那既为我们自己和其他公民带来拯救、又在你们应允时为你们带来比萨宾人的女儿们所获得的更为显赫之荣耀的事——她们曾使父辈与丈夫们脱离战火,重归亲善与和平。
δεῦτε πρὸς Μάρκιον ἰοῦσαι μεθʼ ἡμῶν συνάψασθε τῆς ἱκετηρίας, καὶ μαρτυρήσατε τῇ πατρίδι μαρτυρίαν ἀληθῆ καὶ δικαίαν, ὅτι πολλὰ πάσχουσα κακῶς οὐδὲν οὔτʼ ἔπραξε δεινὸν οὔτʼ ἐβούλευσε περὶ ὑμῶν διʼ ὀργήν, ἀλλʼ ἀποδίδωσιν ὑμᾶς ἐκείνῳ κἂν μηδενὸς τυγχάνειν μέλλῃ τῶν ἐπιεικῶν.
来吧,同我们一起前往马尔基乌斯那里,加入恳求之列,并为祖国作真实而公道的见证:祖国虽遭受诸多苦难,却未曾出于愤怒对你们做出或图谋任何可怕之事,反而将你们交还于他,哪怕祖国自身从他那里得不到丝毫宽宥之待。’
ταῦτα τῆς Οὐαλερίας εἰπούσης ἀνεβόησαν αἱ λοιπαὶ γυναῖκες, ἠμείψατο δὲ ἡ Οὐολουμνία· καὶ τῶν κοινῶν ἡμῖν συμφορῶν, ὦ γυναῖκες, ἴσον μέτεστι, καὶ ἰδίᾳ πράττομεν κακῶς ἀπολέσασαι τὴν Μαρκίου δόξαν καὶ ἀρετήν, τὸ σῶμα δʼ αὐτοῦ τοῖς τῶν πολεμίων ὅπλοις φρουρούμενον μᾶλλον ἢ σῳζόμενον ἐφορῶσαι. μέγιστον δʼ ἡμῖν τῶν ἀτυχημάτων ἐστίν, εἰ τὰ τῆς πατρίδος οὕτως ἐξησθένηκεν3 ὥστʼ ἐν ἡμῖν ἔχειν τὰς ἐλπίδας.
瓦莱里娅说完这番话,其余的妇人们也齐声呼应,而沃卢姆妮娅回答道:‘妇女们,公共的灾难我们同样有份,而且就我们私下而言,处境也是极为凄惨,因为我们不仅失去了马尔基乌斯的名望与德性,更亲眼看到他的身躯与其说是受到敌人武器的护卫,倒不如说是受到了羁押。然而对于我们而言,最大的不幸莫过于祖国的局势竟衰弱至此,以致不得不将希望寄托于我们身上。
οὐκ οἶδα γὰρ εἴ τινα ποιήσεται λόγον ἡμῶν ἐκεῖνος, εἴ γε μηδένα ποιεῖται τῆς πατρίδος, ἣν καὶ μητρὸς καὶ γυναικὸς καὶ τέκνων προετίμησεν. οὐ μὴν ἀλλὰ χρῆσθε ἡμῖν λαβοῦσαι καὶ κομίζετε πρὸς ἐκεῖνον, εἰ μηδὲν ἄλλο,4 ταῖς ὑπὲρ τῆς πατρίδος ἱκεσίαις ἐναποπνεῦσαι δυναμένας.
因为我不知道他是否还会把我们放在眼里,既然他已全然不顾念祖国——他曾将祖国看得重于母亲、妻子与儿女。尽管如此,你们只管带上我们并任凭差遣,将我们领到他面前去吧;哪怕做不成别的事,我们至少还能在为祖国祈求的哀恳中咽下最后一口气。’
- 33.2ὅπερ οὖν λέγω πάθος ... παθοῦσα
同源宾格结构。表明瓦莱里娅亲身体验了上一节所论述的现象(即 ὅπερ λέγω 所指),即神并不剥夺自由选择,而是植入引导冲动的表象以开启自愿行动。先行词 πάθος 被吸收入关系从句之中。
- 33.3φέροντα
句法搭配需特别注意的分词。此处作中性复数宾格,作 δεηθῆναι 的宾语以指代所恳请的具体举措与事项,并同时以前文的 σωτηρίαν 与紧随的 δόξαν 为其宾语,表示将带来比萨宾女子之先例更为显著之荣耀的结果。
- 33.5εἰ τὰ τῆς πατρίδος οὕτως ἐξησθένηκεν
由 εἰ 引导的说明性从句,附属于表达评价与悲叹的谓语 μέγιστον τῶν ἀτυχημάτων ἐστίν 之后。在古典希腊语中,在表达悲哀、惊异或愤慨的语句后,习惯用 εἰ 代替 ὅτι,以委婉而含蓄的方式陈述引发该情绪的事实本身。
- 33.6εἰ μηδὲν ἄλλο
意为“哪怕别无所能”、“至少”的惯用省略短语。限定修饰后接的分词短语 ἐναποπνεῦσαι δυναμένας,突显出即便无法挽回局势,也甘愿在为国请愿中咽下最后一口气的悲壮决心。
