- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:30.1-30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔基乌斯闻讯震怒,挥师逼近罗马扎营;全城恐慌之下,元老院被迫顺应民众的和解意愿,派出其故旧使团前往求和。马尔基乌斯态度冷酷严峻,提出归还被占领土并给予沃尔斯奇人同等公民权的严苛条件,限期三十天答复,随后暂时撤离其境。
ὁ δὲ Μάρκιος ἀκούσας ἔτι μᾶλλον ἐξετραχύνθη, καὶ τὴν πολιορκίαν ἀπολιπὼν ἐπὶ τὴν πόλιν ὑπʼ ὀργῆς ἐχώρει, καὶ περὶ τὰς λεγομένας Κλοιλίας τάφρους κατεστρατοπέδευσε τεσσαράκοντα τῆς πόλεως σταδίους ἀφεστώς. ὀφθεὶς δὲ φοβερὸς καὶ πολὺν θόρυβον παρασχών, ὅμως ἐν τῷ παρόντι τὴν στάσιν ἔπαυσεν· οὐδεὶς γὰρ ἔτι τοῖς πολλοῖς ἐτόλμησεν ἀντειπεῖν οὔτʼ ἄρχων οὔτε βουλευτὴς περὶ τοῦ τὸν Μάρκιον κατάγειν, ἀλλʼ ὁρῶντες ἐν τῇ πόλει διαδρομὰς γυναικῶν καὶ πρὸς ἱεροῖς ἱκεσίας καὶ δάκρυα πρεσβυτῶν καὶ δεήσεις, πάντα δʼ ἐνδεᾶ τόλμης καὶ σωτηρίων λογισμῶν, συνέγνωσαν ὀρθῶς τὸν δῆμον ἐπὶ τὰς διαλλαγὰς τοῦ Μαρκίου τραπέσθαι, τὴν δὲ βουλὴν τοῦ παντὸς ἁμαρτάνειν,1 ὅτε παύσασθαι καλῶς εἶχεν ὀργῆς καὶ μνησικακίας, ἀρχομένην. ἔδοξεν οὖν πᾶσι πρέσβεις ἀποστεῖλαι πρὸς τὸν Μάρκιον ἐκείνῳ τε κάθοδον διδόντας εἰς τὴν πατρίδα καὶ τὸν πόλεμον αὐτοῖς λῦσαι δεομένους.
马尔基乌斯听闻此事,愈发愤慨,遂放弃围城,盛怒之下挥师直扑罗马城,在距城四十斯塔狄翁、所谓的克洛埃利亚壕沟附近安营扎寨。他虽以可怖之势现身并引发了极大的骚乱,却在眼下平息了内部的党争;盖因无论是政务官还是元老,再无一人敢就召回马尔基乌斯一事向大众提出异议,相反,他们目睹城中妇女奔走、在神庙前哀恳,以及老人垂泪祈祷,一切皆缺乏勇气与得救的良策,遂一致承认:民众转向与马尔基乌斯和解乃是正确的,而元老院则大错特错,因其恰在理应平息愤怒与怨恨之时,反而挑起了怒怨。于是众人一致决定派遣使者去见马尔基乌斯,既许诺他重返祖国,又请求他为他们终止战事。
οἱ δὲ πεμφθέντες ἀπὸ βουλῆς ἦσαν μὲν ἐπιτήδειοι τῷ Μαρκίῳ, προσεδέχοντο δὲ πολλὴν περί γε τὰς πρώτας ἀπαντήσεις φιλοφροσύνην παρʼ ἀνδρὸς οἰκείου καὶ συνήθους, ἐγίνετο τοιοῦτον οὐδέν, ἀλλὰ διὰ τοῦ στρατοπέδου τῶν πολεμίων ἀχθέντες ἐνετύγχανον αὐτῷ μετʼ ὄγκου καθεζομένῳ καὶ βαρύτητος οὐκ ἀνεκτῆς.
由元老院派出的使者皆是马尔基乌斯的故交好友,他们原以为在最初的会面中至少能从这位同族密友处得到万分亲切的款待,然而事实全然非此;他们被带过敌阵,所见到的他端坐其间,神态孤傲,神情威严至令人难以承受。
ἔχων δὲ τοὺς πρώτους τῶν Οὐολούσκων περί αὑτόν, ἐκέλευε λέγειν ὧν δεόμενοι τυγχάνουσιν. εἰπόντων δὲ λόγους ἐπιεικεῖς καὶ φιλανθρώπους ἐν ἤθει τῷ πρέποντι καὶ παυσαμένων, ἀπεκρίνατο τὰ μὲν πικρῶς ὑπὲρ αὑτοῦ καὶ πρὸς ὀργὴν ὧν ἔπαθε,2 τὰ δʼ ὑπὲρ τῶν Οὐολούσκων ὡς στρατηγός, ἀποδοῦναι τὰς πόλεις καὶ τὴν χώραν, ὅσην ἀπετέμοντο πολέμῳ, κελεύων, καὶ ψηφίσασθαι Οὐολούσκοις ἰσοπολιτείαν ἥνπερ Λατίνοις· ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου,3 χρόνον δὲ βουλῆς ἔδωκεν αὐτοῖς ἡμέρας τριάκοντα· καὶ τῶν πρέσβεων ἀπελθόντων εὐθὺς ἀνέζευξεν ἐκ τῆς χώρας.
他身边环绕着沃尔斯奇人的首领,命使者陈述所求何事。使者们以得体的举止陈述了宽厚而仁慈的言词并停下来后,他作了回答:一方面为他自己,因所遭受之事而满怀愤怒、言辞尖刻,另一方面则作为统帅代表沃尔斯奇人发言,命令他们归还在战争中强占的所有城池与土地,并投票赋予沃尔斯奇人与拉丁人同等的公民权;因为他坚称,除建立在平等公正基础上的和解之外,绝无其他牢固的息兵之道。他给了他们三十天的时间进行商榷;待使者离去后,他便立即率军撤出了罗马的土地。
- 30.2τοῦ παντὸς ἁμαρτάνειν
属格 τοῦ παντός 与动词 ἁμαρτάνειν(未中目标、犯错)连用,作副词性属格表示程度(“完全地、彻头彻尾地”)。后文的分词 ἀρχομένην 与 τὴν βουλήν 一致,与 ὅτε 从句形成对比,说明元老院在应当平息怒火之时反而挑起怨怒,乃是“完全犯了大错”。
- 30.4ὧν ἔπαθε
关系代词同化(attraction)。底层结构为 τούτων ἃ ἔπαθε,其中关系代词 ἃ 受省略的先行词 τούτων 的属格支配而同化为 ὧν,整个短语意为“出于对自己所遭受待遇的愤怒”。
- 30.5ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου
间接引语中的“宾格加不定式”结构,由前文的动词 ἀπεκρίνατο(回答道)所引申支配,述及马尔基乌斯的陈述。不定式 εἶναι 的主语是 ἄλλην... ἀπαλλαγήν(其他的战事终结),并由 ἢ 引出比较对象(“除了基于平等公正之条款者以外”)。
