← 普鲁塔克

科里奥兰纳斯传

§29.1-29.4

波拉城的陷落与召回马尔基乌斯的争议

马尔基乌斯攻克波拉城后威名大震;拉维尼乌姆告急促使民众意欲将其召回,却遭到元老院贵族的否决与阻挠。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἐπεὶ δὲ καὶ Βόλλας πόλιν οὐ πλείους σταδίους ἑκατὸν ἀπέχουσαν τῆς Ῥώμης ἑλὼν χρημάτων πολλῶν ἐκράτησε καὶ πάντας ὀλίγου δεῖν τοὺς ἐν ἡλικίᾳ διέφθειρε, τῶν δὲ Οὐολούσκων οὐδʼ οἱ μένειν ἐν ταῖς πόλεσι ταχθέντες ἐκαρτέρουν, ἀλλʼ ἐφέροντο σὺν τοῖς ὅπλοις πρὸς τὸν Μάρκιον, ἕνα στρατηγὸν καὶ μόνον ἄρχοντα ἑαυτῶν γινώσκειν ἐκεῖνον εἶναι λέγοντες, ἦν ὄνομα κατὰ πᾶσαν αὐτοῦ τὴν Ἰταλίαν μέγα καὶ δόξα θαυμαστὴ, τῆς ἀρετῆς ἑνὸς σώματος μεταθέσει τοσοῦτον ἀπεργασαμένης τὸ παράλογον ἐν τοῖς πράγμασι.

况且,当他又攻陷了距罗马不足百斯塔狄翁的波拉城,虏获了巨量财物,并几乎杀尽了所有适龄男子时,即使是那些被指定留守各城邦的沃尔斯奇人也按捺不住,纷纷执兵荷甲奔赴马尔基乌斯麾下,声称只认他为自己唯一的统帅和独一的领袖;他的威名遂传遍整个意大利,声誉令人惊叹,盖因勇德借由单单一人的转移,便在事态中造成了如此巨大的惊人变局。

§29.2

τὰ δὲ τῶν Ῥωμαίων οὐδένα κόσμον εἶχε, μάχεσθαι μὲν ἀπεγνωκότων,1 ἐν δὲ συστάσεσι καὶ λόγοις στασιαστικοῖς ὁσημέραι πρὸς ἀλλήλους ὄντων, ἄχρι οὗ Λαουΐνιον ἀπηγγέλθη περιτειχιζόμενον ὑπὸ τῶν πολεμίων, ὅπου καὶ θεῶν ἱερὰ Ῥωμαίοις πατρῴων ἀπέκειτο, καὶ τοῦ γένους ἦσαν αὐτοῖς ἀρχαὶ, διὰ τὸ πρώτην πόλιν ἐκείνην κτίσαι τὸν Αἰνείαν.

反观罗马人内部则毫无秩序,既已彻底放弃作战,又每日结党营私、互发煽动性言辞,直至传来拉维尼乌姆正被敌军围攻的报信。那里不仅安置着罗马人祖传的神圣圣所,亦是他们族类的渊源所在,因埃涅阿斯最早所建的正是该城。

§29.3

ἐκ δὲ τούτου θαυμαστὴ μὲν ἔσχε καὶ ἀθρόα μεταβολὴ γνώμης τὸν δῆμον, ἄτοπος δὲ κομιδῇ καὶ παράλογος τοὺς πατρικίους, ὁ μὲν γὰρ δῆμος ὥρμησε λύειν τὴν τοῦ Μαρκίου καταδίκην καὶ καλεῖν αὐτὸν εἰς τὴν πόλιν, ἡ δὲ βουλὴ συναχθεῖσα καὶ σκοποῦσα περὶ τοῦ βουλεύματος ἀπέγνω καὶ διεκώλυσεν, εἴτε πάντως ἐνίστασθαι φιλονεικοῦσα πᾶσιν οἷς ὁ δῆμος ἐσπούδαζεν, εἴτʼ ἄλλως χάριτι τοῦ δήμου τὸν ἄνδρα μὴ βουλομένη κατελθεῖν, εἴτε κἀκεῖνον αὐτὸν ἤδη πεποιημένη διʼ ὀργῆς,2 ὅτι πάντας ἐποίει κακῶς οὐχ ὑπὸ πάντων ἀγνωμονηθείς, καὶ τῆς πατρίδος αὑτὸν ἔδειξεν ἐχθρόν, ἐν ᾗ τὸ κυριώτατον καὶ κράτιστον μέρος ἐγίνωσκε συμπαθοῦν αὐτῷ καὶ συναδικούμενον. ἐξενεχθείσης δὲ τῆς γνώμης εἰς τοὺς πολλούς, ὁ μὲν δῆμος ἄκυρος ἦν τοῦ ψήφῳ καὶ νόμῳ τι ποιεῖν3 ἄνευ προβουλεύματος.

自此,民众的心意发生了惊人而一致的转变,而贵族们的心意转变则完全是怪异且反常的。民众极力主张撤销对马尔基乌斯的定罪,并将他召回城中;然而元老院集会审议此议案后,却予以否决并加以阻止——这或是由于凡民众所热切期盼之事,他们无论如何都要意气用事地反其道而行之,抑或是不愿此人因民众的施恩而得以返乡,又抑或是元老们自身已对他大为恼火,因为他虽未遭到全体之人的不公对待,却使全体之人都遭罹祸害,并将自己展示为祖国的敌人,而他明知在祖国中至为核心、至为有权势的阶层实则同情于他且与他共受冤屈。但这决议一旦公布给大众,民众在没有元老院预先决议的情况下,便无权通过投票和法律来采取任何行动了。

语法注3 条
  1. 29.2μάχεσθαι μὲν ἀπεγνωκότων

    阳性复数属格状语分词结构,在性、数、格上与主句主语短语 τὰ τῶν Ῥωμαίων 中的属格 τῶν Ῥωμαίων 一致(功能上近似于属格绝对结构)。它与后文的 ἐν δὲ συστάσεσι... ὄντων 并列,描述了罗马公民军心涣散、内部结党攻讦的状态。

  2. 29.4πεποιημένη διʼ ὀργῆς

    习语 ποιεῖσθαι διʼ ὀργῆς(后接宾格)意为“对某人怀有怒火”或“将某人视作发怒的对象”。中间位分词 πεποιημένη 的主语承接前文的 ἡ βουλή(元老院),与前两个由 εἴτε 引导的分词从句并列,构成了元老院否决该动议的第三种动机解释。

  3. 29.4ἄκυρος ἦν τοῦ ψήφῳ καὶ νόμῳ τι ποιεῖν

    形容词 ἄκυρος(“无权的”、“无效的”)支配冠词附带的不定词属格(τοῦ ... ποιεῖν)作为补足语,意为“缺乏……的权力”。这体现了罗马宪制上的程序限制,即平民大会在没有元老院预先决议(προβούλευμα)的情况下,无法通过具有法律效力的表决。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:29.1-29.4