← 普鲁塔克

科里奥兰纳斯传

§28.1-28.3

分兵统领与马尔基乌斯攻占拉丁诸城

沃尔斯奇全军集结后兵分两路,图路斯负责守城与后勤,马尔基乌斯率出征军进发。马尔基乌斯侵入拉丁领地,因罗马拒绝救援,他强攻并洗劫了抵抗的诸城,而对归顺者则加以严密保护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

ἐπεὶ δὲ πᾶσα ταχὺ καὶ προθύμως ἡ τῶν Οὐολούσκων δύναμις ἠθροίσθη πολλὴ φανεῖσα, μέρος μὲν ἔγνωσαν ὑπολιπεῖν ταῖς πόλεσιν ὑπὲρ ἀσφαλείας, μέρει δὲ στρατεύειν ἐπὶ τοὺς Ῥωμαίους· ἑλέσθαι δὲ τῶν ἡγεμονιῶν ὁ Μάρκιος ἔδωκε τῷ Τύλλῳ τὴν ἑτέραν. ὁ δὲ Τύλλος, εἰπὼν ὡς οὐδὲν ἀρετῇ λειπόμενον αὑτοῦ τὸν Μάρκιον ὁρᾷ, τύχῃ δὲ βελτίονι κεχρημένον ἐν ταῖς μάχαις ἁπάσαις, ἐκέλευσεν ἡγεῖσθαι τῶν ἐξιόντων, αὐτὸς δὲ τάς τε πόλεις ὑπομένων φυλάξειν1 καὶ τοῖς στρατευομένοις ὑπουργήσειν τὰ πρόσφορα.

当沃尔斯奇人的全军迅速而热切地集结、展现出一支庞大的军队时,他们决定留下一部分留守各城邦以策安全,另一部分则出征攻打罗马人;马尔基乌斯让图路斯从两个统率权中挑选其一。然而图路斯说,他看到马尔基乌斯在勇德上丝毫不逊于自己,且在所有的战役中都享有更佳的命运眷顾,遂要求马尔基乌斯统率出征之师,自己则留守以保卫诸城,并为出征的将士提供所需的一切补给。

§28.2

μᾶλλον οὖν ἐπιρρωσθεὶς ὁ Μάρκιος ἐχώρει πρῶτον ἐπὶ Κίρκαιον, πόλιν ἀποικίδα Ῥωμαίων, καὶ ταύτην ἐνδοῦσαν ἑκουσίως οὐδὲν ἠδίκησε. μετὰ δὲ ταύτην ἐπόρθει τὴν Λατίνων χώραν, ἐνταῦθα προσμαχεῖσθαι προσδεχόμενος αὐτῷ τοὺς Ῥωμαίους ὑπὲρ τῶν Λατίνων συμμάχων ὄντων καὶ πολλάκις αὐτοὺς ἐπικαλουμένων.

因此更受鼓舞的马尔基乌斯首先进军罗马的殖民城邦喀耳刻翁;由于该城自愿归降,他未加任何侵扰。在此之后,他劫掠了拉丁人的领地,指望罗马人会为了其盟友且屡次求援的拉丁人而来此与他交战。

§28.3

ἐπεὶ δὲ καὶ τὸ πλῆθος ἀπρόθυμον ἐγένετο καὶ τοῖς ὑπάτοις ὀλίγος ἔτι περιῆν τῆς ἀρχῆς χρόνος, ἐν ᾧ κινδυνεύειν οὐκ ἐβούλοντο, καὶ διὰ ταῦτα τοὺς Λατίνους ἀπέπεμψαν, οὕτως ὁ Μάρκιος ἐπʼ αὐτὰς τάς πόλεις ἦγε, καὶ Τολερίνους καὶ Λαουικανοὺς καὶ Πεδανούς, ἔτι δὲ Βωλανοὺς ἀντιστάντας αὐτῷ κατὰ κράτος ἑλών, τά τε σώματα λείαν ἐποιήσατο καὶ τὰ χρήματα διήρπασε. τῶν δὲ προστιθεμένων ἐπιμέλειαν ἐποιεῖτο πολλήν, ὅπως μηδʼ ἄκοντος αὐτοῦ βλάπτοιντο,2 πορρωτάτω στρατοπεδεύων καὶ τῆς χώρας ἀπεχόμενος.

然而,由于民众士气低落,两位执政官的任期所剩无几,不愿在此期间冒险,因而打发走了拉丁人;于是马尔基乌斯便挥师直指这些城邦本身,强行制服了反抗他的托莱里人、拉维卡尼人、佩达尼人以及博拉人,将其人身充作战利品并劫掠了财物。但对于归附他的人,他则予以充分的照拂,将营寨驻扎在尽可能远的地方,并对他们的土地秋毫无犯,使他们哪怕在违背他意愿的情况下也不会遭到侵害。

语法注2 条
  1. 28.1ἐκέλευσεν ἡγεῖσθαι τῶν ἐξιόντων, αὐτὸς δὲ τάς τε πόλεις ὑπομένων φυλάξειν

    动词 ἐκέλευσεν 所统领的两个不定式从句体现了逻辑主语的转换。在前半句中,现在不定式 ἡγεῖσθαι 的逻辑主语(宾格的马尔基乌斯)被承前省略;而在后半句由并列未来不定式 φυλάξειν 和 ὑπουργήσειν 构成的间接引语中,逻辑主语是说话者图路斯本人,因与主句主语一致而采用主格 αὐτός。

  2. 28.3ὅπως μηδʼ ἄκοντος αὐτοῦ βλάπτοιντο

    在 ὅπως 引导的目的从句中,否定连词 μηδέ(“甚至不……”)修饰属格绝对结构 ἄκοντος αὐτοῦ(“违背其本意”)。这表达了一种严密的防范,即确保这些人“哪怕违背马尔基乌斯本人的意愿(如士卒擅自行动或意外)也不会遭受损害”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:28.1-28.3