- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:25.1-25.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
元老院查明被处决的奴隶即是亵渎巡游的恶劣舞者,惩办了主人并从头重办祭礼;文中指出罗马人因极小瑕疵亦重做仪式的严谨敬虔,实承袭自努马的立法。
ὡς οὖν ὁ Λατῖνος ἀπήγγειλε τὴν ὄψιν αὐτοῖς καὶ διηπόρουν ὅστις ἦν ὁ τῆς πομπῆς τότε προηγούμενος ἀτερπὴς καὶ κακὸς ὀρχηστής, ἀνεμνήσθησαν ἔνιοι διὰ τὴν ἀτοπίαν τῆς τιμωρίας ἐκείνου τοῦ θεράποντος, ὃν μαστιγοῦντες ἐξήγαγον διʼ ἀγορᾶς, εἶτʼ ἐθανάτωσαν. συμφωνησάντων οὖν τῶν ἱερέων ὅ τε δεσπότης δίκην ἔδωκε, καὶ τῷ θεῷ τὴν πομπὴν καὶ τὰς θέας αὖθις ἐξ ἀρχῆς ἐπετέλουν.
因此,当拉提努斯向他们报告了这番异象、众人皆在困惑当时巡游队伍前那令人不悦的恶劣舞者究竟是何人时,有些人因刑罚的非同寻常而想起了那个被鞭笞着押过广场、随后处死的奴隶。经祭司们一致确认,主人受到了惩处,他们亦从头重新为神灵举行了巡游与竞技表演。
ἔοικεν οὖν ὁ Νομᾶς τά τʼ ἄλλα τῶν ἱερῶν σοφώτατος ἐξηγητὴς γεγονέναι, καὶ τοῦτο παγκάλως γε νομοθετῆσαι πρὸς εὐλάβειαν αὐτοῖς. ὅταν γὰρ ἄρχοντες ἢ ἱερεῖς πράττωσί τι τῶν θείων, ὁ κῆρυξ πρόεισι μεγάλῃ φωνῇ βοῶν, Ὃκ ἄγε. σημαίνει δʼ ἡ φωνή, τοῦτο πρᾶττε, προσέχειν κελεύουσα τοῖς ἱεροῖς καὶ μηδὲν ἔργον ἐμβαλεῖν μεταξὺ μηδὲ χρείαν ἀσχολίας, ὡς τὰ πλεῖστα τῶν ἀνθρωπίνων ἀναγκαίῳ τινὶ τρόπῳ καὶ διὰ βίας περαινόμενα.1
由此可见,努马不仅在其他祭仪事务上是一位极具智慧的阐释者,而且为了他们的敬虔谨慎,在这一方面也立法极善。盖每当长官或祭司举行任何祭神之礼时,传令官便走上前去大声高呼: 霍克·阿格。 这一呼喊意为“做此事”,命令人们对圣仪全神贯注,其间不可插入任何世俗劳作或事务之需,其前提是人类的大多数事务皆需藉由某种强制与压迫方能完成。
θυσίας δὲ καὶ πομπὰς καὶ θέας οὐ μόνον ἐξ αἰτίας τηλικαύτης, ἀλλὰ καὶ διὰ μικρὰς Ῥωμαίοις ἔθος ἐστὶν ἀναλαμβάνειν,2 ἵππου τε γὰρ ἑνὸς τῶν ἀγόντων τὰς καλουμένας θήσσας ἀτονήσαντος, καὶ πάλιν τοῦ ἡνιόχου τῇ ἀριστερᾷ χειρὶ τὰς ἡνίας συλλαβόντος, αὖθις ἐψηφίσαντο τὴν πομπὴν ἐπιτελεῖν. ἐν δὲ τοῖς κάτω χρόνοις μίαν θυσίαν τριακοντάκις ἐποίησαν, ἀεί τινος ἐλλείμματος ἢ προσκρούσματος γίνεσθαι δοκοῦντος. τοιαύτη μὲν εὐλάβεια πρὸς τὸ θεῖον Ῥωμαίων.
罗马人的习惯是,不仅由于如此重大的缘由,即便因微不足道之事,亦当重新举行祭祀、巡游与竞技表演。例如,拉曳所谓彩车的马匹中有一匹力竭乏力,又有一次御者用左手握住缰绳时,他们便决议重新举行巡游。在较晚的时代,因总被认为出现了某种缺失或龃龉,他们曾将同一场祭祀重做达三十次之多。罗马人对待神明的敬虔与谨慎便是如此。
- 25.2ὡς τὰ πλεῖστα τῶν ἀνθρωπίνων ἀναγκαίῳ τινὶ τρόπῳ καὶ διὰ βίας περαινόμενα
分词 περαινόμενα(中性复数主格或宾格)由 ὡς 引导,表达传令官发出命令(要求专心致志于祭仪、不可穿插杂务)的主观理由或思想前提,即“人类的大多数事务唯有借助强制与迫切的手段方能完成”。在句法上,此结构相当于带有 ὡς 的独立宾格(或独立主格),作原因状语。
- 25.3ἀναλαμβάνειν
在宗教祭仪语境中,ἀναλαμβάνειν 并非单纯指“继续进行”,而是特指“从头重做、重新举行”(相当于拉丁语祭仪术语 instaurare)。这与前文的 αὖθις ἐξ ἀρχῆς ἐπετέλουν 及后文的 αὖθις ἐψηφίσαντο τὴν πομπὴν ἐπιτελεῖν 含义完全一致。
