← 普鲁塔克

科里奥兰纳斯传

§26.1-26.3

马尔基乌斯的计谋与沃尔斯奇人对罗马宣战

马尔基乌斯与图路斯煽动沃尔斯奇人对罗马开战;在马尔基乌斯设局引发驱逐布告之后,沃尔斯奇人正式决议开战,并决定起用马尔基乌斯作为盟友。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

ὁ δὲ Μάρκιος καὶ Τύλλος ἐν Ἀντίῳ τοῖς δυνατωτάτοις κρύφα διελέγοντο, καὶ παρεκάλουν, ἕως στασιάζουσιν οἱ Ῥωμαῖοι πρὸς ἀλλήλους, τὸν πόλεμον ἐξενεγκεῖν. τῶν δὲ δυσωπουμένων, ὅτι σπονδαὶ διέτεις ἦσαν αὐτοῖς καὶ ἀνοχαὶ γεγενημέναι, πρόφασιν αὐτοὶ Ῥωμαῖοι παρέσχον, ἔκ τινος ὑποψίας ἢ διαβολῆς ἐν θέαις καὶ ἀγῶσι κηρύξαντες ἀπιέναι Οὐολούσκους πρὸ ἡλίου δύνοντος ἐκ τῆς πόλεως.

马尔基乌斯与图路斯在安提乌姆秘密地与最有权势的人商议,劝诱他们在罗马人内部起内讧之际发动战争。然而,鉴于他们已缔结了为期两年的条约与停战协定,众人犹豫不决;此时罗马人自己却提供了借口:由于某种猜忌或谗言,罗马人在观赛与竞技期间宣布,沃尔斯奇人必须在日落之前离开该城。

§26.2

ἔνιοι δέ φασιν ἀπάτῃ τοῦ Μαρκίου καὶ δόλῳ γενέσθαι τοῦτο, πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων,1 ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπρᾶν.2 πάντας μὲν γὰρ αὐτοὺς τὸ κήρυγμα τοῦτο δυσμενεστέρους ἐποίησε τοῖς Ῥωμαίοις· ὁ δὲ Τύλλος ἐπὶ μεῖζον αἴρων τὸ πρᾶγμα καὶ παροξύνων τέλος ἔπεισε πέμψαντας εἰς Ῥώμην τήν τε χώραν ἀπαιτεῖν καὶ τὰς πόλεις, ὅσας ἀφῄρηνται πολέμῳ τῶν Οὐολούσκων.

有些人说,这是由于马尔基乌斯的欺诈与计策所致,他向罗马的执政官派遣了一名对沃尔斯奇人作伪证的告发者,声称沃尔斯奇人打算在赛会期间袭击罗马人并纵火焚城。因为这一布告确实使他们所有人对罗马人更加敌视;而图路斯则夸大事态、极力煽动,最终说服众人派使者前往罗马,索回在战争中从沃尔斯奇人手中被夺去的土地与城市。

§26.3

οἱ δὲ Ῥωμαῖοι τῶν πρέσβεων ἀκούσαντες ἠγανάκτησαν, καὶ ἀπεκρίναντο προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα τοὺς Οὐολούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους.3 ἐκ τούτου συναγαγὼν ἐκκλησίαν πάνδημον ὁ Τύλλος, ἐπεὶ τὸν πόλεμον ἐψηφίσαντο, συνεβούλευε τὸν Μάρκιον καλέσαι, μηδὲν αὐτῷ μνησικακοῦντας, ἀλλὰ πιστεύσαντας ὅτι συμμαχῶν ὠφελήσει ὅσα πολεμῶν οὐκ ἔβλαψεν.4

罗马人听了使者的话后十分愤怒,回答说沃尔斯奇人将是先拿起武器的人,而罗马人将是最后放下武器的人。此后,图路斯召集了全民大会,在众人投票赞成战争之后,他建议召请马尔基乌斯,切勿对他怀恨在心,而要相信他作为盟友所能带来的助益,将会超过他过去作为敌人作战时所造成的损害。

语法注4 条
  1. 26.2πέμψαντος εἰς Ῥώμην πρὸς τοὺς ἄρχοντας οὐκ ἀληθῆ κατήγορον τῶν Οὐολούσκων

    πέμψαντος 是与前文的 τοῦ Μαρκίου 性数格一致的状语分词,对其作进一步补充。τῶν Οὐολούσκων 是依附于 κατήγορον 的宾格性属格(“沃尔斯奇人的告发者”)。

  2. 26.2ὡς ἐν ταῖς θέαις διανοουμένων ἐπιθέσθαι τοῖς Ῥωμαίοις καὶ τὴν πόλιν ἐμπιπρᾶν

    ὡς 接分词属格(διανοουμένων)的结构引入了告发者的陈述内容(主观宣称)。其逻辑主语是前文的 τῶν Οὐολούσκων,意为“声称沃尔斯奇人企图……”。

  3. 26.3προτέρους μὲν ἀναλήψεσθαι τὰ ὅπλα τοὺς Οὐολούσκους, ὑστέρους δὲ καταθήσεσθαι Ῥωμαίους

    间接引语中的“宾格加不定式”结构。形容词 προτέρους 与 ὑστέρους 在句中作表语性(副词性)修饰,分别修饰宾格主语 τοὺς Οὐολούσκους 和 Ῥωμαίους,形成鲜明对比:“沃尔斯奇人将先拿起武器,而罗马人将最后放下武器”。

  4. 26.3ὅσα πολεμῶν οὐκ ἔβλαψεν

    否定词 οὐκ 修饰 ἔβλαψεν,在此构成一种修辞性或习惯性的比较表达,补足先行词 τοσαῦτα 后意为“(带来)其作为敌人作战时所未曾造成那般大的(益处)”,即带来的助益将超过过去造成的损害。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:26.1-26.3