- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:24.1-24.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔基乌斯被逐后,罗马贵族与平民的矛盾加剧,而提图斯·拉提努斯的神梦警告促使元老院调查在祭祀巡游前遭受拷打的奴隶一案,文中随之说明了当时罗马人对待奴隶的习俗。
τὴν δὲ Ῥώμην ἥ τε τῶν πατρικίων δυσμένεια πρὸς τὸν δῆμον, οὐχ ἥκιστα τὴν τοῦ Μαρκίου καταδίκην αἰτίαν ἐχόντων,1 ἐτάραττε, καὶ πολλὰ δαιμόνια μάντεις καὶ ἱερεῖς καὶ ἰδιῶται προσήγγελλον ἄξια φροντίδος. ἓν δὲ λέγεται τοιοῦτό τι γενέσθαι. Τίτος ἦν Λατῖνος, ἀνὴρ οὐκ ἄγαν ἐπιφανής, ἀπράγμων δὲ καὶ μέτριος ἄλλως καὶ καθαρὸς δεισιδαιμονίας, ἔτι δὲ μᾶλλον ἀλαζονείας.
与此同时,在罗马,由于贵族对民众怀有敌意——尤其是以马尔基乌斯被定罪一事为由——城中骚动不安,占卜官、祭司以及平民百姓也纷纷报告了许多值得警惕的神兆。据传其中有一事如下:有一位名叫提图斯·拉提努斯的人,地位并不显赫,平日里安分守己、谦逊温和,绝无迷信之风,更无夸大虚饰之举。
οὗτος ὄναρ εἶδεν ὡς τοῦ Διὸς εἰς ὄψιν ἥκοντος αὐτῷ καὶ κελεύοντος εἰπεῖν πρὸς τὴν σύγκλητον ὅτι κακὸν τὸν ὀρχηστὴν ἔστειλαν αὐτῷ πρὸ τῆς πομπῆς καὶ ἀτερπέστατον. ἰδὼν δὲ τὴν ὄψιν ἔλεγε μὴ πάνυ φροντίσαι τὸ πρῶτον ὡς δὲ καὶ δεύτερον ἰδὼν καὶ τρίτον ἠμέλησε, παιδός τε χρηστοῦ θάνατον ἐπιδεῖν καὶ τοῦ σώματος ἄφνω παρεθέντος ἀκρατὴς γενέσθαι.2
此人在梦中见到朱庇特向他显现,命令他转告元老院:他们在神灵的巡游队伍前派出的舞者极为糟糕,令人大为不悦。他后来说,初次得见此异象时并未十分在意;但在接连目睹第二、第三次之后仍未理会,结果竟眼睁睁看着优秀的儿子夭折,自己也因身体突然瘫痪而失去行动能力。
ταῦτα δʼ ἐν κλινιδίῳ φοράδην κομισθεὶς εἰς τὴν σύγκλητον ἀπήγγειλεν. ἀπαγγείλας δʼ, ὥς φασιν, εὐθὺς ᾔσθετο ῥωννύμενον αὑτοῦ τὸ σῶμα, καὶ ἀναστὰς ἀπῄει διʼ αὑτοῦ βαδίζων, θαυμάσαντες οὖν οἱ βουλευταὶ πολλὴν ἐποιήσαντο τοῦ πράγματος ζήτησιν. ἦν δὲ τοιοῦτον· οἰκέτην τις αὑτοῦ παραδοὺς οἰκέταις ἑτέροις ἐκέλευσεν ἐξάγειν διʼ ἀγορᾶς μαστιγοῦντας, εἶτʼ ἀποκτεῖναι.
他被担架抬到元老院,报告了这些事。据说刚刚报告完毕,他便立刻感到身体恢复了力气,站起身来自行步行离去。议员们大为惊异,遂对该事进行了详尽的追查。事情原来是这样的:某人将自己的一个奴隶交给其他奴隶,命令他们一边鞭笞一边押过广场,随后将其处死。
ταῦτα πράττουσιν αὐτοῖς καὶ τὸν ἄνθρωπον αἰκιζομένοις, στροφάς τε παντοδαπὰς ὑπʼ ὀδύνης στρεφόμενον καὶ κινήσεις ἄλλας ἀτερπεῖς τῷ περιπαθεῖν κινούμενον, ἡ πομπὴ κατὰ τύχην ἠκολουθήκει. καὶ πολλοὶ μὲν ἐδυσχέραινον τῶν παρόντων, οὔτε ὄψιν ἱλαρὰν ὁρῶντες οὔτε κινήσεις πρεπούσας, οὐδεὶς δʼ ἐπεξῆλθεν, ἀλλὰ λοιδορίαι μόνον ἐγένοντο καὶ κατάραι τῷ πικρῶς οὕτως κολάζοντι. καὶ γὰρ ἐχρῶντο πολλῇ πρὸς τοὺς οἰκέτας ἐπιεικείᾳ τότε, διὰ αὐτουργίαν καὶ τὸ κοινωνεῖν διαίτης ἡμερώτερον ἔχοντες πρὸς αὐτοὺς καὶ συνηθέστερον.3
正当他们执行此事、拷打那人,而那人因痛苦而百般扭曲身体、又因剧痛难忍而做出各种丑态百出的动作之时,巡游队伍恰巧紧随其后。在场众人见此既非令人悦目的景象,又乏庄重得体的举止,多数皆感厌恶,却无人出面制止,仅是对那手段狠毒的施刑主人施以谩骂与诅咒。因为在当时,罗马人对待奴隶十分宽厚,由于亲自参与劳作并与他们同甘共苦,对奴隶的态度更为温和亲密。
ἦν δὲ μεγάλη κόλασις οἰκέτου πλημμελήσαντος, εἰ ξύλον ἁμάξης, ᾧ τὸν ῥυμὸν ὑπερείδουσιν, ἀράμενος διεξέλθοι παρὰ τὴν γειτνίασιν. γὰρ τοῦτο παθὼν καὶ ὀφθεὶς παρὰ τῶν συνοίκων καὶ γειτόνων οὐκέτι πίστιν εἶχεν. ἐκαλεῖτο δὲ φούρκιφερ· ὃ γὰρ οἱ Ἕλληνες ὑποστάτην καὶ στήριγμα, τοῦτο Ῥωμαῖοι φοῦρκαν ὀνομάζουσιν.
对于有过失的奴隶而言,一大重罚便是扛起用来支撑车辕的马车支架,在邻里间走上一圈;因为受此惩罚并被同住者及邻人目睹之人,便不再享有任何信任。这样的人被称为“扛木架者”(furcifer);因为希腊人称为支柱或撑架之物,罗马人则称之为叉木(furca)。
- 24.1οὐχ ἥκιστα τὴν τοῦ Μαρκίου καταδίκην αἰτίαν ἐχόντων
分词 ἐχόντων 与属格名词 τῶν πατρικίων 一致。习语 αἰτίαν ἔχω 既可作主动意义解(“以……为借口/理由/怨恨的根据”),亦可作被动意义解(“因……而承担责任/遭受指责”)。此处取主动意义,表示贵族们将马尔基乌斯被定罪作为对民众怀有敌意的主要借口或根由。
- 24.2ἰδὼν δὲ τὴν ὄψιν ἔλεγε μὴ πάνυ φροντίσαι τὸ πρῶτον· ὡς δὲ καὶ δεύτερον ἰδὼν καὶ τρίτον ἠμέλησε, παιδός τε χρηστοῦ θάνατον ἐπιδεῖν καὶ τοῦ σώματος ἄφνω παρεθέντος ἀκρατὴς γενέσθαι.
由主动词 ἔλεγε 引出的间接引语结构。句中插入了时间从句 ὡς δὲ καὶ δεύτερον ἰδὼν καὶ τρίτον ἠμέλησε(“在接连目睹第二、第三次之后仍未理会”),使第一个不定式 μὴ πάνυ φροντίσαι(起初并未在意)与后半部分的不定式 ἐπιδεῖν(眼见儿子夭折)和 γενέσθαι(身体瘫痪)形成由 ἔλεγε 统摄的并列关系。短语 τοῦ σώματος ἄφνω παρεθέντος 是独立属格结构(“身体突然瘫痪”)。
- 24.4ἡμερώτερον ἔχοντες πρὸς αὐτοὺς καὶ συνηθέστερον
动词 ἔχω 与比较级副词 ἡμερώτερον 及 συνηθέστερον 连用,并搭配介词短语 πρὸς αὐτούς,构成表示“对他们(奴隶)抱有更加温和亲近的态度/关系”的惯用结构。其原因由前面的短语 διὰ αὐτουργίαν καὶ τὸ κοινωνεῖν διαίτης(“由于亲自劳作并共度生活”)给出。
