- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:23.1-23.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔基乌斯乔装潜入宿敌图路斯家中,表明身份并提议向祖国罗马复仇,若不获接纳则宁愿受死;图路斯闻言大喜,热诚款待他并开始密谋战事。
ἦν δʼ ἑσπέρα, καὶ πολλοὶ μὲν αὐτῷ προσετύγχανον, ἐγνώριζε δʼ οὐδείς. ἐβάδιζεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Τύλλου, καὶ παρεισελθὼν ἄφνω πρὸς τὴν ἑστίαν ἐκάθισε σιωπῇ, καὶ τὴν κεφαλὴν ἐγκαλυψάμενος ἡσυχίαν ἦγεν. οἱ δὲ κατὰ τὴν οἰκίαν θαυμάσαντες ἀναστῆσαι μὲν οὐκ ἐτόλμησαν ἦν γάρ τι καὶ περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς,1 ἔφρασαν δὲ τῷ Τύλλῳ περὶ δεῖπνον ὄντι τὴν ἀτοπίαν τοῦ πράγματος.
时值傍晚,虽有许多人与他相遇,却无一人认出他来。于是他走向图路斯的宅邸,潜入后突然默默坐在炉旁,蒙起头颅静止不动。宅中的仆役们深感诧异,却不敢叫他起身,因为不仅从他的神态,而且从他的沉默中,本身就散发着某种威严;他们遂向正进晚餐的图路斯报告了这桩怪事。
ὁ δʼ ἐξαναστὰς ἧκε πρὸς αὐτὸν, καὶ ἀνέκρινε τίς ὢν ἀφῖκται καὶ τίνων δεόμενος. οὕτως οὖν ὁ Μάρκιος ἀποκαλυψάμενος καὶ μικρὸν ἀνασχών, εἰ μήπω με γινώσκεις, ὦ Τύλλε, εἶπεν, ἀλλʼ ὁρῶν ἀπιστεῖς, ἀνάγκη με κατήγορον ἐμαυτοῦ γενέσθαι. γάιός εἰμι Μάρκιος, ὁ πλεῖστα σὲ καὶ Οὐολούσκους ἐργασάμενος κακά, καὶ τὴν οὐκ ἐῶσαν ἀρνεῖσθαι ταῦτα περιφέρων προσηγορίαν τὸν Κοριολανόν.
图路斯起身走到他面前,询问前来的他究竟是谁、有何所求。于是马尔基乌斯揭开兜帽,稍作停顿后说道: “图路斯,若你尚不认得我,或眼见我却不敢置信,我便不得不成为自己的控诉者。我就是盖乌斯·马尔基乌斯,曾给你和沃尔斯基人带来极多灾祸之人,身上正带着那不容我否认这些罪责的称号——科利奥拉努斯。
οὐδὲν γὰρ ἄλλο τῶν πολλῶν πόνων καὶ κινδύνων ἐκείνων ἐκτησάμην ἔπαθλον ἢ τὸ παράσημον ὄνομα τῆς πρὸς ὑμᾶς ἔχθρας, καὶ τοῦτό μοι περίεστιν ἀναφαίρετον τὰ δʼ ἄλλα ὁμοῦ πάντα φθόνῳ δήμου καὶ ὕβρει, μαλακίᾳ δὲ καὶ προδοσίᾳ τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπεστέρημαι,2 καὶ φυγὰς ἐλήλαμαι, καὶ γέγονα τῆς ἑστίας τῆς σῆς ἱκέτης, οὐχ ὑπὲρ ἀδείας καὶ σωτηρίας τί γὰρ ἔδει με δεῦρο ἥκειν φοβούμενον ἀποθανεῖν;ʼ ἀλλὰ δίκας λαβεῖν χρῄζων, καὶ λαμβάνων ἤδη παρὰ τῶν ἐκβαλλόντων τῷ σὲ ποιεῖν ἐμαυτοῦ κύριον.
因为从那许许多多的辛劳与凶险中,我未曾获得任何别的报酬,唯独留下与你们敌对的昭彰之名;唯有这一点是属于我而不可剥夺的。至于其他一切,都因民众的嫉妒与狂妄,以及居官同僚的怯懦与背叛而被夺掠一空。我被驱逐流亡,沦落为你炉旁的恳求者——这并非为了安危或保全性命,若我贪生怕死,何必来到此地?——而是为了渴望施加惩罚;通过将我自己交由你支配,我便已在向驱逐我的人索取惩戒了。
εἰ μὲν οὖν ἐστί σοὶ θυμὸς ἐπιχειρεῖν τοῖς πολεμίοις, ἴθι, ταῖς ἐμαῖς συμφοραῖς, ὦ γενναῖε, χρῆσαι, καὶ κοινὸν εὐτύχημα ποίησον Οὐολούσκων τὴν ἐμὴν ἀτυχίαν, τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς ὑμᾶς,3 ὅσῳ πολεμοῦσι βέλτιον οἱ γινώσκοντες τὰ παρὰ τοῖς πολεμίοις τῶν ἀγνοούντων. εἰ δʼ ἀπείρηκας, οὔτʼ ἐγὼ βούλομαι ζῆν οὔτε σοὶ καλῶς ἔχει σῴζειν πάλαι μὲν ἐχθρὸν ἄνδρα καὶ πολέμιον, νῦν δʼ ἀνωφελῆ καὶ ἄχρηστον.
因此,你若有气魄进攻仇敌,那么来吧,高尚的人,善用我的不幸,将我的厄运转变为沃尔斯基人共同的幸运吧。我为你们作战的成效,将远胜于当初与你们作战之时,正如深知敌情者必然胜过茫然无知者作战。但你若已心灰意冷,我便既不愿偷生,保全一个昔日既是仇敌又为对手、如今却徒劳无益的男人,对你而言也绝非善事。”
ὡς οὖν ταῦτα ὁ Τύλλος ἤκουσεν, ἥσθη τε θαυμαστῶς καὶ τὴν δεξιὰν ἐμβαλών, ἀνίστασο, εἶπεν, ὦ Μάρκιε, καὶ θάρρει. μέγα γὰρ ἡμῖν ἀγαθὸν ἥκεις διδοὺς σεαυτόν, ἔλπιζε δὲ μείζονα παρὰ Οὐολούσκων. καὶ τότε μὲν εἱστία φιλοφρονούμενος τὸν Μάρκιον, ἐν δὲ ταῖς ἐπιούσαις ἡμέραις ἐβουλεύοντο περὶ τοῦ πολέμου καθʼ ἑαυτούς.
图路斯听罢此言,喜出望外,握住他的右手说道: “请起,马尔基乌斯,振作起来吧。你献出自己,实是为我们带来了极大的福祉;并且你可以期待从沃尔斯基人那里获得更为丰厚的回报。” 于是,当时图路斯殷勤款待了马尔基乌斯,而在随后的日子里,他们两人便私下商讨起战事。
- 23.1ἦν γάρ τι καὶ περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς
短语 καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς 修饰 ἀξίωμα,作起因属格或说明性属格,指明此种威严的来源或构成要素,即“源自其仪态与沉默的某种威严”。
- 23.3τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπεστέρημαι
属格短语 τῶν ἐν τέλει καὶ ἰσοτίμων 作为属格从属于名词 μαλακίᾳ... καὶ προδοσίᾳ(作为领属/主格性属格,意为“处于职权与同等地位之人的懦弱与背叛”),与前面的工具/原因与格 φθόνῳ... καὶ ὕβρει 并列,作为被动语态动词 ἀπεστέρημαι 的状语。
- 23.4τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς ὑμᾶς
将来时分词 πολεμήσοντος 为阳性单数属格,在意义上(ad sensum)与短语 τὴν ἐμὴν ἀτυχίαν 中的物主形容词 ἐμήν(相当于人称代词属格 ἐμοῦ)保持一致,指代马尔基乌斯本人:“(我)将远比与你们为敌时更好地为你们而战”。
