← 普鲁塔克

科里奥兰纳斯传

§19.1-19.3

远征讲和与贵族对平民表决权的争论

贵族试图通过对安提乌姆人的远征来拖延对马尔基乌斯的审判,这一企图因迅速讲和而落空;在贵族内部,关于是否应将审判表决权让予平民,强硬派阿庇乌斯·克劳狄乌斯与主张和解的长老派产生了分歧。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

τότε μὲν οὖν ἠγάπησαν οἱ πατρίκιοι τήν διάλυσιν, καὶ τόν Μάρκιον ἀσμένως ἔχοντες ἀπῆλθον. ἐν δὲ τῷ μεταξὺ χρόνῳ τῆς τρίτης ἀγορᾶς (ἀγορὰς δὲ ποιοῦσι Ῥωμαῖοι διʼ ἡμέρας ἐνάτης, νουνδίνας καλοῦντες) ἐλπίδα μὲν αὐτοῖς παρέσχε διακρούσεως1 στρατεία γενομένη πρὸς Ἀντιάτας, ὡς μῆκος ἕξουσα καὶ χρόνον ἐν ᾧ χειροήθης ὁ δῆμος ἔσται, τῆς ὀργῆς ἀπομαρανθείσης ἢ παντελῶς ἐκπεσούσης διʼ ἀσχολίαν καὶ πόλεμον·

于是,当时贵族们乐于接受这种和解,高兴地带着马尔基乌斯离去了。在距离第三个集市日期间(罗马人每逢第九天举行一次集市,称之为“九日集”),一场针对安提乌姆人的军事远征给他们带来了回避审判的希望,因为他们认为战事会旷日持久,从而争取到足够的时间,让平民的怒气在战事与劳顿中逐渐消退或彻底熄灭,平民也会变得顺从。

§19.2

ἔπειτα δέ, ὡς ταχὺ διαλυσάμενοι πρὸς τοὺς Ἀντιάτας ἐπανῆλθον, ἐγίνοντο σύνοδοι τῶν πατρικίων πολλάκις, δεδιότων καὶ σκοπούντων ὅπως τόν τε Μάρκιον οὐ προήσονται τόν τε δῆμον αὖθις οὐ παρέξουσιν ἐκταράττειν2 τοῖς δημαγωγοῖς Ἄππιος μὲν οὖν Κλαύδιος αἰτίαν ἔχων ἐν τοῖς μάλιστα μισόδημος εἶναι διεμαρτύρετο, λέγων τήν τε βουλὴν αὐτοὺς ἀναιρήσειν καὶ προήσεσθαι παντάπασι τήν πολιτείαν, εἰ κύριον τῆς ψήφου κατὰ τῶν πατρικίων δέξονται γενόμενον τόν δῆμον· οἱ δὲ πρεσβύτατοι καὶ δημοτικώτατοι τοὐναντίον ἠξίουν οὐ χαλεπὸν οὐδὲ βαρύν, ἀλλὰ πρᾷον καὶ φιλάνθρωπον ὑπὸ τῆς ἐξουσίας ἔσεσθαι τόν δῆμον· οὐ γὰρ καταφρονοῦντι τῆς βουλῆς, ἀλλʼ οἰομένῳ καταφρονεῖσθαι3 τιμὴν καὶ παραμυθίαν γενήσεσθαι τήν κρίσιν, ὥσθʼ ἅμα τήν ψῆφον λαβόντας ἀποθήσεσθαι τήν ὀργήν.

然而随后,由于与安提乌姆人迅速讲和并班师回朝,贵族们频繁聚会,既心怀恐惧又谋划着该如何既不抛弃马尔基乌斯,又不再次让平民受煽动家们的蛊惑而骚动不安。素有极端厌恶平民之名声的阿庇乌斯·克劳狄乌斯极力抗议,宣称若是允许平民成为针对贵族掌握表决权的主人,他们自己就将摧毁元老院,并彻底断送这套政制;但最年长且最倾向平民的贵族则持相反看法,认为平民凭借这一权力不仅不会变得严苛残暴,反而会温和仁厚;因为平民并非藐视元老院,而是自认为受到藐视,这场审判将成为对他们的尊重和安慰,以至于一旦获得了投票权,他们便会平息怒火。

语法注3 条
  1. 19.1διακρούσεως

    依存于名词 ἐλπίδα 的客观属格。该词为动词 διακρούομαι(推脱、拖延、回避)的动作名词,在此指回避或化解迫在眉睫的审判。

  2. 19.2ὅπως τόν τε Μάρκιον οὐ προήσονται τόν τε δῆμον αὖθις οὐ παρέξουσιν ἐκταράττειν

    在由表关切的动词(δεδιότων καὶ σκοπούντων)引导的关切从句(ὅπως 加将来时直陈语气)中,使用了否定词 οὐ 而非通常的 μή。这是一种强调性用法,οὐ 与动词短语(οὐ προήσονται, οὐ παρέξουσιν)紧密结合,表达确定的正面意图(“坚决保全”、“坚决阻止”)。

  3. 19.3οὐ γὰρ καταφρονοῦντι τῆς βουλῆς, ἀλλʼ οἰομένῳ καταφρονεῖσθαι

    与格分词 καταφρονοῦντι 和 οἰομένῳ 承接前文的 τὸν δῆμον,作为关涉与格(dative of reference/interest)与后文的述谓短语 τιμὴν καὶ παραμυθίαν γενήσεσθαι(将成为荣誉与抚慰)相配合,表述“对于并非蔑视元老院、而是自认受到蔑视的平民而言……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:19.1-19.3