← 普鲁塔克

科里奥兰纳斯传

§18.1-18.8

马尔基乌斯的死刑判决与正式审判的决定

保民官因马尔基乌斯在申辩时态度傲慢而宣布判其死刑并欲推下悬崖,但在贵族们的激烈抵抗与劝说下,最终达成妥协,交由公民大会投票正式审判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

ὡς οὖν ἐνεδίδου τὸ πολὺ τοῦ δήμου καὶ φανερὸν ἦν τῷ κοσμίως καὶ σωφρόνως ἀκούειν ἀγόμενον καὶ κηλούμενον, ἀνέστησαν οἱ δήμαρχοι, τῇ μὲν βουλῇ σωφρονούσῃ τὸν δῆμον ἀνθυπείξειν ὅσα καλῶς ἔχει φάσκοντες, τὸν δὲ Μάρκιον ἀπολογεῖσθαι κελεύοντες, εἰ μή φησιν ἐπὶ συγχύσει τῆς πολιτείας καὶ καταλύσει τοῦ δήμου τήν τε βουλὴν παροξύνειν καὶ καλούμενος ὑπʼ αὐτῶν ἀπειθῆσαι, τέλος δὲ τοὺς ἀγορανόμους τύπτων ἐν ἀγορᾷ καὶ προπηλακίζων ἐμφύλιον, ὅσον ἐπʼ αὐτῷ, πόλεμον ἐξεργάσασθαι καὶ προαγαγεῖν εἰς ὅπλα τοὺς πολίτας. ἔλεγον δὲ ταῦτα βουλόμενοι τὸν Μάρκιον ἢ ταπεινὸν ἀποδεῖξαι, παρὰ φύσιν ὑφέντα τὸ φρόνημα καὶ θεραπεύοντα τὸν δῆμον, τῇ φύσει χρώμενον ἀνήκεστον ἀπεργάσασθαι τὴν πρὸς αὑτὸν ὀργήν1 ὃ μᾶλλον ἤλπιζον, ὀρθῶς στοχαζόμενοι τοῦ ἀνδρός.

于是,当平民的大多数开始让步,显出因循规守矩、明理静听而被打动和吸引的迹象时,保民官们站起身来,声称只要元老院行事明智,平民也会在合理限度内相应让步,但同时命令马尔基乌斯进行申辩,如果他否认自己煽动元老院扰乱政制并摧毁平民,否认在受到保民官传召时抗命不从,并否认最后因在广场上殴打和侮辱市政官,而尽其所能挑起了内战,驱使公民诉诸武力。他们说这些话,是想让马尔基乌斯要么显得卑怯,违背本性地放低骄傲去讨好平民,要么顺从本性行事,使民众对他的怒火变得无可挽回——鉴于他们对这名男子的准确推测,他们更期待后一种情况。

§18.3

ἔστη μὲν γὰρ ὡς ἀπολογησόμενος, καὶ παρέσχεν αὐτῷ σιωπὴν καὶ ἡσυχίαν ὁ δῆμος· ὡς δʼ ἤρξατο πρὸς τοὺς ἀνθρώπους δεητικόν τινα λόγον προσδεχομένους οὐ μόνον ἐπαχθεῖ παρρησίᾳ χρῆσθαι καὶ πλείονι κατηγορίᾳ τῆς παρρησίας,2 ἀλλὰ καὶ τόνῳ φωνῆς καὶ διαθέσει προσώπου τήν ἐγγὺς ὑπεροψίας καὶ ὀλιγωρίας ἀφοβίαν ἐπιδεικνύμενος, ὁ μὲν δῆμος ἐξετραχύνθη καὶ φανερὸς ἦν δυσανασχετῶν καὶ βαρυνόμενος τοῖς λεγομένοις, τῶν δὲ δημάρχων ὁ θρασύτατος Σικίννιος μικρὰ τοῖς συνάρχουσι διαλεχθείς, εἶτʼ εἰς μέσον ἀναγορεύσας ὡς θάνατος ὑπὸ τῶν δημάρχων τοῦ Μαρκίου κατέγνωσται, προσέταξε τοῖς ἀγορανόμοις ἀναγαγόντας αὐτὸν ἐπὶ τήν ἄκραν εὐθὺς ὦσαι κατὰ τῆς ὑποκειμένης φάραγγος.

事实上,他站起身来仿佛要申辩,平民也为他保持了肃静与安宁;但当他面对那些期待听到恳求之辞的人们,不仅开始使用令人反感的露骨直言,甚至带着远超坦率直言的更多指控,而且凭借声音的语调和面部的表情,展现出近乎傲慢与藐视的无所畏惧,平民被激怒了,显而易见地对这些言论感到愤慨和难以忍受。保民官中最胆大妄为的西金尼乌斯在与同僚简短商议后,随即向众人公开发布,宣布马尔基乌斯已被保民官判处死刑,并命令市政官将他押解到卫城,立刻推下底下的悬崖。

§18.5

ἁπτομένων δὲ τῶν ἀγορανόμων τοῦ σώματος ἔδοξε μὲν καὶ τῶν δημοτῶν πολλοῖς φρικτὸν εἶναι τὸ γιγνόμενον καὶ ὑπερήφανον, οἱ δὲ πατρίκιοι παντάπασιν ἐκστάντες καὶ περιπαθήσαντες ὥρμησαν ἀπὸ κραυγῆς βοηθεῖν, οἱ δὲ καὶ χερσὶ τοὺς ἐπιλαμβανομένους ἀνείργοντες καὶ καταμιγνύντες ἑαυτοῖς τὸν Μάρκιον· ἔνιοι δὲ καὶ τὰς χεῖρας ὀρέγοντες ἐδέοντο τῶν πολλῶν, ἐπειδὴ λόγου τε καὶ φωνῆς οὐδὲν ἔργον ἦν ἐν ἀκοσμίᾳ τοσαύτῃ καὶ θορύβοις, ἄχρι οὗ συμφρονήσαντες οἱ φίλοι καὶ οἰκεῖοι τῶν δημάρχων ὡς ἄνευ φόνου πολλοῦ τῶν πατρικίων οὐκ ἔστιν ἐξαγαγεῖν οὐδὲ κολάσαι τὸν Μάρκιον, ἔπεισαν αὐτοὺς ἀφελεῖν τῆς τιμωρίας τὸ ἀλλόκοτον καὶ βαρύ, μὴ βίᾳ μηδʼ ἄκριτον ἀποκτιννύντας, ἀλλὰ τῷ δήμῳ ψῆφον ἐπενεγκεῖν ἀποδόντας.3

当市政官动手揪住他的身躯时,甚至许多平民也觉得这一举动令人毛骨悚然且过于专横;而贵族们则完全惊骇并悲愤交加,高呼着冲上前去相助,有的甚至亲自动手推开拿人者,把马尔基乌斯混入自己的人群中;还有的伸出双手恳求大众,因为在如此巨大的混乱和喧嚣中,话语和呼喊都毫无作用,直到保民官的朋友和亲眷达成共识,认为如果不大量屠戮贵族就无法带走或惩治马尔基乌斯,便说服保民官们取消这种刑罚中异乎寻常与残酷的部分,不要使用暴力或未经审讯就处决他,而是将表决权交给平民进行投票。

§18.7

ἐκ τούτου καταστὰς ὁ Σικίννιος ἠρώτα τοὺς πατρικίους τί βουλόμενοι τὸν Μάρκιον ἀφαιροῦνται τοῦ δήμου βουλομένου κολάζειν. ἐκείνων δὲ πάλιν ἀντερωτώντων τί μὲν οὖν διανοεῖσθε καὶ τί βούλεσθε ὑμεῖς, ἄνδρα Ῥωμαίων ἐν τοῖς ἀρίστοις ἄνευ κρίσεως ἐπὶ τιμωρίαν ὠμὴν καὶ παράνομον οὕτως ἄγοντες; ἀλλὰ ταύτην μέν.

因此,西金尼乌斯平复下来,询问贵族们究竟意欲何为,竟从意图惩罚他的平民手中夺走马尔基乌斯。当贵族们反问道: “那么你们究竟作何打算,到底想要怎样,竟把一位最优秀的罗马男子未经审讯就押送去遭受如此残酷非法的刑罚?” “不过这一点,”

§18.8

εἶπεν ὁ Σικίννιος, ὑμεῖς μὴ ποιεῖσθε πρόφασιν διαφορᾶς καὶ στάσεως πρὸς τὸν δῆμον ὃ γὰρ ἀξιοῦτε, δίδωσιν ὑμῖν, κριθῆναι τὸν ἄνδρα, σοὶ δέ, Μάρκιε, προαγορεύομεν εἰς τρίτην ἀγορὰν4 παρεῖναι καὶ πείθειν τοὺς πολίτας, εἰ μηδὲν ἀδικεῖς, ὡς ψήφῳ κρινοῦντας.

西金尼乌斯说道,“你们切莫当作与平民争执和内讧的借口;因为你们所要求的,平民答应给你们,即由审判来裁决此人。至于你,马尔基乌斯,我们向你宣告,在第三个集市日必须到场;若你并无过错,就去说服那些将用选票来审判你的公民们吧。”

语法注4 条
  1. 18.2ἢ ταπεινὸν ἀποδεῖξαι, παρὰ φύσιν ὑφέντα τὸ φρόνημα καὶ θεραπεύοντα τὸν δῆμον, τῇ φύσει χρώμενον ἀνήκεστον ἀπεργάσασθαι τὴν πρὸς αὑτὸν ὀργήν

    此为由 βουλόμενοι 统领两个不定式(ἀποδεῖξαι 与 ἀπεργάσασθαι)构成的二者择一结构,其后半句在 τῇ φύσει 前省略了与首个 ἢ 相对应的第二个连词 ἢ。两项分别配以分词短语 παρὰ φύσιν ὑφέντα... 与 τῇ φύσει χρώμενον...,形成“要么证明其卑屈,要么使其招致无可挽回之怒火”的鲜明对比。

  2. 18.3πλείονι κατηγορίᾳ τῆς παρρησίας

    比较级形容词 πλείονι 后接比较属格 τῆς παρρησίας,字面意为“多于坦率直言的指控”,即指其言辞不仅是露骨坦率,更是超越了坦率限度、充满了更具攻击性的指责与控诉,与 ἐπαχθεῖ παρρησίᾳ 并列作 χρῆσθαι 的与格宾语。

  3. 18.6μὴ βίᾳ μηδʼ ἄκριτον ἀποκτιννύντας, ἀλλὰ τῷ δήμῳ ψῆφον ἐπενεγκεῖν ἀποδόντας

    分词 ἀποκτιννύντας 与 ἀποδόντας 为阳性宾格复数,与主句动词 ἔπεισαν 的宾语 αὐτούς(指保民官们)保持一致。接在 ἀποδόντας 之后的不定式结构 τῷ δήμῳ ψῆφον ἐπενεγκεῖν 意为“赋予平民交付投票表决的权利”。

  4. 18.8εἰς τρίτην ἀγορὰν

    介词 εἰς 加宾格表示期限或预定期日,指罗马诉讼制度中传唤被告于“第三个集市日(nundinae)”出庭受审的法定宣告程序(通常相隔约三周时间),在此期间让全体公民知晓罪名并准备表决。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:18.1-18.8