- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:20.1-20.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔基乌斯以罪名仅限于图谋僭主为条件同意接受平民审判,但保民官强行按部落投票,并提出私分战利品的新指控,最终将他判处终身流放。
ὁρῶν οὖν ὁ Μάρκιος εὐνοίᾳ μὲν αὐτοῦ, φόβῳ δὲ τοῦ δήμου τὴν σύγκλητον ἀπορουμένην, ἠρώτησε τοὺς δημάρχους τί κατηγοροῦσιν αὑτοῦ καὶ περί τίνος κριθησόμενον ἐπὶ τὸν δῆμον ἐξάγουσιν. εἰπόντων δʼ ἐκείνων ὅτι τυραννίς ἐστὶ τὸ ἔγκλημα καὶ τυραννεῖν διανοούμενον ἀποδείξουσιν αὐτόν, οὕτως ἐξαναστὰς αὐτὸς ἔφη πρὸς τὸν δῆμον ἤδη βαδίζειν ἀπολογησόμενος καὶ μηδένα τρόπον κρίσεως μηδέ, ἂν ἁλῷ, κολάσεως παραιτεῖσθαι· μόνον ὅπως, ἔφη, τοῦτο κατηγορήσητε καὶ μὴ ψεύσησθε τὴν βουλήν.1 ὡς δʼ ὡμολόγησαν, ἐπὶ τούτοις ἡ κρίσις ἐγίνετο.
马尔基乌斯见元老院出于对他的善意和对平民的畏惧而陷入进退两难的困境,便质问保民官指控他犯有何罪,又因何事要将他带到平民面前受审。当他们回答指控的罪名是企图建立僭主政制,并将证明他图谋称僭时,他当即站起身来,宣称自己立即前往平民面前进行申辩,绝不推卸任何审判形式,若是定罪也绝不推辞任何惩罚:“只要,”他说,“你们确是提出这项指控,而不欺骗元老院。”保民官答应了,审判便在这些条件下展开。
συνελθόντος δὲ τοῦ δήμου πρῶτον μὲν οὐ κατὰ λόχους, ἀλλὰ κατὰ φυλὰς ἐβιάζοντο γίνεσθαι τὴν ψηφοφορίαν, τῶν εὐπόρων καὶ γνωρίμων καὶ στρατευομένων τὸν ἄπορον καὶ πολυπράγμονα καὶ τοῦ καλοῦ φροντίζοντα μηδὲν ὄχλον ἐπίπροσθεν ταῖς ψήφοις ποιοῦντες.
然而平民集会时,〔保民官〕首先强行要求按特里布斯(部落)而非按百人队进行投票,从而使贫困、好滋事且毫无廉耻之心的群氓在票数上压过了富裕、显赫且承担兵役的阶层。
ἔπειτα τὴν τυραννίδος ἀφέντες αἰτίαν ἀναπόδεικτον οὖσαν, ἐκείνων πάλιν ἐμέμνηντο τῶν λόγων οὓς ὁ Μάρκιος πρότερον εἶπεν ἐν τῇ βουλῇ, κωλύων μὲν ἐπευωνίσαι τὴν ἀγοράν, ἀφελέσθαι δὲ τὴν δημαρχίαν τοῦ δήμου κελεύων. καινὸν δὲ κατηγόρησαν αὑτοῦ κατηγόρημα τὴν διανομὴν τῶν λαφύρων, ἃ λαβὼν ἐκ τῆς Ἀντιατῶν χώρας οὐκ ἀνήνεγκεν εἰς τὸ δημόσιον, ἀλλὰ διένειμε τοῖς μεθʼ αὑτοῦ στρατευομένοις·
随后,他们因僭主罪名无法证实而予以放弃,转而重提马尔基乌斯先前在元老院中所发表的言论——阻挠平抑粮价并主张剥夺平民的保民官职权。他们还向他提出了一项新指控,关于对战利品的分配:他从安提乌姆人土地上掳获战利品后未曾上缴国库,而是分发给了随同他出征的士兵。
ὑφʼ οὗ δὴ καὶ μάλιστα λέγεται διαταραχθῆναι τὸν Μάρκιον. οὐ γὰρ προσεδόκησεν οὐδʼ εὐπόρησε πρὸς τὸν ὄχλον ἐκ τοῦ παραυτίκα λόγων πιθανῶν, ἀλλʼ ἐπαινοῦντι τοὺς στρατευσαμένους ἐθορύβησαν αὐτῷ πλείονες ὄντες οἱ μὴ στρατευσάμενοι. τέλος δʼ οὖν ταῖς φυλαῖς τῆς ψήφου δοθείσης αἱ καθαιροῦσαι τρεῖς ἐγένοντο.2 ἦν δὲ τίμημα τῆς καταδίκης ἀίδιος φυγή.
据说马尔基乌斯受打击最大的正是这一点;因为他对此毫无预料,无法立即想出有说服力的措辞来应对民众。相反,当他赞扬那些出征的士兵时,未曾出征的人由于占了多数,便大声喧哗向他抗议。最终,各特里布斯进行表决,定罪的一方多出了三票。判决的惩罚是终身流放。
μετὰ δὲ τὴν ἀναγόρευσιν ὁ μὲν δῆμος οὐδέποτε νικήσας μάχῃ πολεμίους τοσοῦτον ἐφρόνησεν ὅσον τότε φρονῶν καὶ γεγηθὼς ἀπῄει, τὴν δὲ βουλὴν ἄχος ἔσχε καὶ κατήφεια δεινή, μεταμελομένην καὶ δυσφοροῦσαν ἐπὶ τῷ μὴ πάντα ποιῆσαι καὶ παθεῖν πρότερον ἢ περιιδεῖν ὑβρίσαντα καὶ χρησάμενον ἐξουσίᾳ τοσαύτῃ τὸν δῆμον. οὐδὲν δʼ ἔδει τότε πρὸς διάγνωσιν ἐσθῆτος ἢ παρασήμων ἑτέρων, ἀλλʼ εὐθὺς ἦν δῆλος ὅτι δημότης ὁ χαίρων καὶ ὁ δυσφορῶν ὅτι πατρίκιος.3
宣告判决之后,平民得意洋洋、满心欢喜地离去,其自豪之情甚于在战场上击败敌人的任何时刻;元老院则被沉重的悲痛与极度的沮丧所笼罩,满怀懊悔与愤懑,痛心于自己未曾事先尝尽一切痛苦、做尽一切努力,以致坐视平民如此肆意横行并握有这般巨大的权力。当时辨认身份根本无需借助服饰或其他标识,一眼就能看出:欢天喜地者必是平民,愤懑沮丧者定为贵族。
- 20.1μόνον ὅπως ... τοῦτο κατηγορήσητε καὶ μὴ ψεύσησθε τὴν βουλήν
μόνον ὅπως 接虚拟式(κατηγορήσητε, ψεύσησθε)构成省略主句动词(如 ὅρα 或 φυλάττετε)的祈使性条件句,表示“只要务必……/仅以此为条件”。
- 20.4αἱ καθαιροῦσαι τρεῖς ἐγένοντο
分词 καθαιροῦσαι 指“判处定罪的(投票部落)”。字面上为“判罪的部落为三”,但在当时罗马21个特里布斯(部落)的表决语境中,意指赞成定罪的部落比赞成开释的部落多出三票(即12票对9票,多数差为三票)。
- 20.5ἀλλʼ εὐθὺς ἦν δῆλος ὅτι δημότης ὁ χαίρων καὶ ὁ δυσφορῶν ὅτι πατρίκιος
这是由形容词 δῆλος ἦν 引导的人称/先取性兼紧缩结构,其实际逻辑主语为后接的名词化分词(ὁ χαίρων 与 ὁ δυσφορῶν),与两个对称的 ὅτι 引导的名词从句交织,意为“欢欣者是平民、愤懑者是贵族这一点立即昭然若揭”。
