← 普鲁塔克

科里奥兰纳斯传

§17.1-17.4

平民与贵族的冲突及元老院的让步

马尔基乌斯的演说激起了贵族青年与富人的热狂,但保民官煽动平民,导致贵族与平民爆发肢体冲突。执政官深感危机,劝导元老院采取温和立场,通过在粮价与市场上的让步平息了民众的怒火。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

πολλὰ τοιαῦτα λέγων ὁ Μάρκιος ὑπερφυῶς εἶχε τοὺς νέους συνενθουσιῶντας αὐτῷ1 καὶ τοὺς πλουσίους ὀλίγου δεῖν ἅπαντας, μόνον ἐκεῖνον ἄνδρα τὴν πόλιν ἔχειν ἀήττητον καὶ ἀκολάκευτον βοῶντας, ἔνιοι δὲ τῶν πρεσβυτέρων ἠναντιοῦντο, ὑφορώμενοι τὸ ἀποβησόμενον. ἀπέβη δὲ χρηστὸν οὐδέν. οἱ γὰρ δήμαρχοι παρόντες, ὡς ᾔσθοντο τῇ γνώμῃ κρατοῦντα τὸν Μάρκιον, ἐξέδραμον εἰς τὸν ὄχλον μετὰ βοῆς παρακελευόμενοι συνίστασθαι καὶ βοηθεῖν αὐτοῖς τοὺς πολλούς.

马尔基乌斯说了许多这样的话,极大地激起了年轻一代以及几乎所有富人的狂热共鸣,他们高呼全城只有他是不可战胜且绝不谄媚的人;但长者中的一部分人由于疑虑后事如何而表示反对。结果却没有带来任何好处。原来在场的保民官察觉到马尔基乌斯的意见占了上风,便大喊着冲向民众,号召大众团结起来援助他们。

§17.2

ἐκκλησίας δὲ θορυβώδους γενομένης, καὶ τῶν λόγων οὓς ὁ Μάρκιος εἶπεν ἀναγορευθέντων, ὀλίγον ἐδέησεν ἐμπεσεῖν2 ὑπʼ ὀργῆς φερόμενος εἰς τὴν βουλὴν ὁ δῆμος· οἱ δὲ δήμαρχοι τοῦ Μαρκίου τὴν αἰτίαν ἐποιοῦντο, καὶ πέμποντες ἐκάλουν αὐτὸν ἀπολογησόμενον. ὡς δὲ πρὸς ὕβριν τοὺς πεμφθέντας ἐξήλασεν ὑπηρέτας, αὐτοὶ μετὰ τῶν ἀγορανόμων ἧκον ἄξοντες βίᾳ τὸν ἄνδρα, καὶ τοῦ σώματος ἐπελαμβάνοντο. συστάντες δʼ οἱ πατρίκιοι τοὺς μὲν δημάρχους ἀπετρίψαντο, τοῖς δʼ ἀγορανόμοις καὶ πληγὰς ἐνέβαλον.

喧闹的公民大会随即召开,马尔基乌斯所说的言论一经当众宣布,民众在怒火驱使下,几乎险些冲进元老院。保民官把罪责归于马尔基乌斯,派人传召他前来申辩。但他蛮横地将派来的差役驱逐了出去,于是保民官亲自率领市政官前来强行拿人,并动手抓他本人。然而贵族们集结起来,击退了保民官,甚至把市政官痛打了一顿。

§17.3

τότε μὲν οὖν ἑσπέρα καταλαβοῦσα τὴν ταραχὴν διέλυσεν· ἅμα δʼ ἡμέρᾳ τὸν δῆμον ἐξηγριωμένον ὁρῶντες οἱ ὕπατοι καὶ συντρέχοντα πανταχόθεν εἰς τὴν ἀγοράν ἔδεισαν ὑπὲρ τῆς πόλεως, καὶ τὴν βουλὴν ἀθροίσαντες ἐκέλευον σκοπεῖν ὅπως ἐπιεικέσι λόγοις καὶ δόγμασι χρηστοῖς πραΰνωσι καὶ καταστήσωσι τοὺς πολλούς, ὡς οὐ φιλοτιμίας οὖσαν ὥραν,3 οὐδʼ ὑπὲρ δόξης ἅμιλλαν, εἰ σωφρονοῦσιν, ἀλλὰ καιρὸν ἐπισφαλῆ καὶ ὀξὺν, εὐγνώμονος πολιτείας καὶ φιλανθρώπου δεόμενον.

当时恰逢夜幕降临,骚乱才得以平息;但拂晓时分,执政官见平民狂怒不已、从四面八方涌向广场,便为城邦深感担忧。他们召集元老院,要求大家审议如何用通情达理的言辞和良善的决议来安抚并平定大众,指出如果他们保持理智,此刻绝非争强好胜之时,亦非竞逐虚名之刻,而是一个危急紧迫的关头,亟需明智而仁慈的治理。

§17.4

εἰξάντων δὲ τῶν πλείστων προελθόντες ὡς ἐνῆν μάλιστα τῷ δήμῳ διελέγοντο καὶ κατεπράϋνον, ἀπολυόμενοί τε τὰς διαβολὰς ἐπιεικῶς καὶ τῷ νουθετοῦντι καὶ δάκνοντι μετρίως χρώμενοι, περὶ δὲ τιμῆς ὠνίων καὶ ἀγορᾶς οὐδὲν διοίσεσθαι πρὸς αὐτοὺς φάσκοντες.

随着大多数人顺从,〔执政官〕便走上前去,尽可能地同平民交谈并予以抚慰,既温和地澄清了种种谗言,又适度地进行劝诫与讽谏,并宣称关于粮食售价与市场供应,绝不会同他们产生任何分歧。

语法注3 条
  1. 17.1ὑπερφυῶς εἶχε τοὺς νέους συνενθουσιῶντας αὐτῷ

    未完成过去时动词 εἶχε 支配直接宾语 τοὺς νέους 以及补充性现在分词 συνενθουσιῶντας,表示“使年轻人持续处于同其共鸣狂热的状态中”的持续使动结构。

  2. 17.2ὀλίγον ἐδέησεν ἐμπεσεῖν

    由副词性对格 ὀλίγον、人称动词 ἐδέησε(ν)(主语为 ὁ δῆμος) 及不定词 ἐμπεσεῖν 构成的惯用句式,意为“几乎险些冲进……”、“差一点就……”。

  3. 17.3ὡς οὐ φιλοτιμίας οὖσαν ὥραν

    由 ὡς 引出的对格绝对独立结构。在非人称的时间与情境表述中,对格名词 ὥραν 与分词 οὖσαν 结合,表达执政官劝告元老院时所持的主观考量与情势研判(“鉴于眼下并非……之时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:17.1-17.4