← 普鲁塔克

科里奥兰纳斯传

§16.1-16.4

马尔基乌斯反对分粮并主张废除保民官

大批粮食运抵罗马令平民期望获得无偿分粮,马尔基乌斯在元老院内猛烈抨击对民众的妥协,并主张废除保民官职。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

ἐν τούτῳ δὲ σῖτος ἧκεν εἰς Ῥώμην, πολὺς μέν ὠνητὸς ἐξ Ἰταλίας, οὐκ ἐλάττων δὲ δωρητὸς ἐκ Συρακουσῶν, Γέλωνος τοῦ τυράννου πέμψαντος· ὥστε τοὺς πλείστους ἐν ἐλπίσι γενέσθαι χρησταῖς, ἅμα τῆς ἀπορίας καὶ τῆς διαφορᾶς τὴν πόλιν ἀπαλλαγήσεσθαι προσδοκῶντας, εὐθὺς οὖν βουλῆς ἀθροισθείσης περιχυθεὶς ὁ δῆμος ἔξωθεν ἐκαραδόκει τό τέλος, ἐλπίζων ἀγορᾷ τε χρήσεσθαι φιλανθρώπῳ καὶ προῖκα τὰς δωρεὰς νεμήσεσθαι. καὶ γὰρ ἔνδον ἦσαν οἱ ταῦτα τὴν βουλὴν πείθοντες.

正当此时,大批粮食运抵罗马,其中许多是从意大利购得的,另有不相上下的一批则是叙拉古僭主格隆所送来的赠粮;因此绝大多数人都怀抱美好的希望,期待城邦能够同时摆脱匮乏与内耗。于是元老院一经召集,民众便从外面围拢在四周,焦灼等待着结果,既期望能享受到仁惠的市价,又期望能免费分摊这批赠粮。事实上,议场内部确有若干人在力劝元老院如此行事。

§16.2

ὁ μέντοι Μάρκιος ἀναστὰς σφόδρα καθήψατο τῶν χαριζομένων τοῖς πολλοῖς, δημαγωγοὺς καὶ προδότας ἀποκαλῶν τῆς ἀριστοκρατίας καὶ σπέρματα πονηρὰ θρασύτητος καὶ ὕβρεως εἰς ὄχλον ἀφειμένα τρέφοντας καθʼ αὑτῶν, ἃ καλῶς μέν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδʼ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι1 τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι,2 μηδὲ πείθεσθαι τοῖς ὑπάτοις, ἀλλʼ ἀναρχίας ἔχοντας ἡγεμόνας ἰδίους ἄρχοντας προσαγορεύειν.

然而马尔基乌斯挺身而起,极其猛烈地抨击了那些逢迎大众之人,称他们为煽惑者和贵族政体的叛徒,并指责他们是在滋养散布于群氓之中的蛮横与傲慢的恶毒种籽,反噬自身。这些种籽本应在萌生之初就不加姑息,更不该以如此巨大的职权让平民壮大起来;而如今局势已然令人畏惧,因为凡他们所愿无不顺从,毫无违逆其意志之强制,他们既不听命于执政官,反倒拥戴无政府状态的魁首并称之为自己专属的行政官。

§16.3

ἐπιδόσεις μέν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθέζεσθαι ψηφιζομένους ἔφη παντελῶς εἰς κοινὸν ὄλεθρον τὴν ἀπείθειαν αὑτῶν ἐφοδιάζειν.3 οὐ γὰρ χάριν γε δήπου φήσουσιν ἀπολαμβάνειν τῶν στρατειῶν ἃς ἐγκατέλιπον, καὶ τῶν ἀποστάσεων αἷς προήκαντο τὴν πατρίδα, καὶ τῶν διαβολῶν ἃς ἐδέξαντο κατὰ τῆς βουλῆς· ἀλλʼ ὑφιεμένους διὰ φόβον καὶ κολακεύοντας ὑμᾶς ταῦτα διδόναι καὶ συγχωρεῖν ἐλπίσαντες, οὐδὲν ἕξουσι πέρας ἀπειθείας, οὐδὲ παύσονται διαφερόμενοι καὶ στασιάζοντες.

因此他直言,像希腊那些推行极度民主政体的人一般,坐在此处表决配给与分发粮食,完全是在为平民的不从供给资粮,直至导致共同的灭亡。 “盖因他们绝不会说,这是由于他们放弃服役的行军、出卖祖国的撤离以及针对元老院所听信的谗言而领受的酬谢;反之,他们一旦认定是你们出于畏惧而退让屈从,以奉承他们的方式予以赐予和让步,他们的不从便再无止境,也绝不会止息纷争与党争。

§16.4

ὥστε τοῦτο μέν ἐστι κομιδῇ μανικόν· εἰ δὲ σωφρονοῦμεν, ἀφαιρησόμεθα τὴν δημαρχίαν αὑτῶν, ἀναίρεσιν οὖσαν ὑπατείας καὶ διάστασιν τῆς πόλεως, οὐκέτι μιᾶς, ὡς πρότερον, οὔσης, ἀλλὰ δεδεγμένης τομήν μηδέποτε συμφῦναι μηδʼ ὁμοφρονῆσαι μηδὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταραττομένους ὑπʼ ἀλλήλων ἐάσουσαν.4

因而此举纯属狂妄至极;我们若是理智清醒,就当剥夺他们的保民官职位——这一职位实乃执政官职的消解与城邦的彻底裂解,使城邦再也不能如从前那般归于统一,而是承受了一道深痕,绝不允许我们愈合共生、同心同德,更无法让我们止息由彼此所酿成的病痛与骚乱。”

语法注4 条
  1. 16.2ἃ καλῶς μέν εἶχε μὴ περιιδεῖν ἐν ἀρχῇ φυόμενα μηδʼ ἰσχυρὸν ἀρχῇ τηλικαύτῃ ποιῆσαι τὸν δῆμον, ἤδη δὲ καὶ φοβερὸν εἶναι

    此处展示了间接引语中时态与语式的转换。承接关系代词 ἃ,καλῶς εἶχε 为不带 ἄν 的未完成过去时直陈式,表示过去应做而未做之事(“本应不予姑息”);随后转为现在时不定式 ἤδη δὲ καὶ φοβερὸν εἶναι(“但如今已令人畏惧”)。该不定式 εἶναι 依附于由 ἀποκαλῶν 及整个语境所蕴含的间接引语统摄动词(即马尔基乌斯宣称)。

  2. 16.2τῷ πάντα βουλομένοις αὐτοῖς ὑπάρχειν καὶ μηδὲν ἄκοντας βιάζεσθαι

    由与格冠词 τῷ 引导的名词化不定式短语,表示原因(原因与格)。代词与分词 βουλομένοις αὐτοῖς 以与格形式充当 ὑπάρχειν 的领属与格或关涉与格(“因凡事皆顺遂其所愿”);紧接其后的并列从句 μηδὲν ἄκοντας βιάζεσθαι 则转为以宾格 ἄκοντας 充当被动不定式 βιάζεσθαι 的主语(“无任何违背其意志之强迫”)。

  3. 16.3ἐπιδόσεις μέν οὖν καὶ διανομάς, ὥσπερ Ἑλλήνων οἱ κράτιστα δημοκρατούμενοι, καθέζεσθαι ψηφιζομένους ἔφη παντελῶς εἰς κοινὸν ὄλεθρον τὴν ἀπείθειαν αὑτῶν ἐφοδιάζειν.

    该句的主干为主要动词 ἔφη 引导宾格不定式从句。不定式从句的核心述谓动词为 ἐφοδιάζειν(“资助、供养”),其主语由不定式 καθέζεσθαι(“安坐”)及其宾格修饰分词 ψηφιζομένους(“表决”)共同构成。置于句首的 ἐπιδόσεις καὶ διανομάς 是 ψηφιζομένους 的直接宾语,因强调而前置。αὑτῶν 在语境中为指代平民(ὁ δῆμος)的反身代词。

  4. 16.4τομὴν μηδέποτε συμφῦναι μηδʼ ὁμοφρονῆσαι μηδὲ παύσασθαι νοσοῦντας ἡμᾶς καὶ ταραττομένους ὑπʼ ἀλλήλων ἐάσουσαν

    阴性单数宾格将来时分词 ἐάσουσαν 修饰先行词 τομήν(“切口、裂痕”)。ἐάσουσαν 带有否定词 μηδέποτε / μηδέ,统摄宾格主语 ἡμᾶς 及三个并列不定式(συμφῦναι, ὁμοφρονῆσαι, παύσασθαι)。其中最后一个不定式 παύσασθαι(“停止”)进一步支配宾格补充复数分词 νοσοῦντας καὶ ταραττομένους。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:16.1-16.4