- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马尔基乌斯起初因展示战伤而获得民众支持,但贵族阶层过分热切的拥戴反而激起民众的反感与戒惧,致使其落选;马尔基乌斯由此满怀愤恨,而贵族青年们更进一步煽动了他的怒火。
ἀλλὰ τοῦ γε Μαρκίου πολλὰς ὑποφαίνοντος ὠτειλὰς ἀπὸ πολλῶν ἀγώνων, ἐν οἷς ἐπρώτευσεν ἑπτακαίδεκα ἔτη συνεχῶς στρατευόμενος, ἐδυσωποῦντο τὴν ἀρετὴν, καὶ λόγον ἀλλήλοις ἐδίδοσαν ὡς ἐκεῖνον ἀποδείξοντες. ἐπεὶ δέ, τῆς ἡμέρας ἐν ᾗ τὴν ψῆφον ἔδει φέρειν ἐνστάσης, ὁ Μάρκιος εἰς ἀγορὰν ἐνέβαλε σοβαρῶς ὑπὸ τῆς βουλῆς προπεμπόμενος, καὶ πάντες οἱ πατρίκιοι περὶ αὐτὸν ἐγένοντο φανεροὶ πρὸς μηδένʼ οὕτω μηδέποτε σπουδάσαντες, ἐξέπεσον αὖθις οἱ πολλοὶ τῆς πρὸς αὐτὸν εὐνοίας, εἰς τὸ νεμεσᾶν καὶ φθονεῖν ὑποφερόμενοι. προσῆν δὲ τῷ πάθει τούτῳ καὶ δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρικίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν ἐλευθερίαν.1
然而,当马尔基乌斯展示出在连续十七年出征、屡拔头筹的诸多战斗中所留下的许多伤痕时,民众因敬服其武勇而心生敬畏,并彼此相约要推举他。但到了必须投票之日,马尔基乌斯在元老院盛大的护送下昂然步入广场,且所有贵族围绕在他身边,显露出从未对任何人有过的狂热支持,平民大众便再次丧失了对他的好意,转而陷入愤懑与嫉妒之中。在这一情绪之外更兼有恐惧:若是这样一位持贵族派立场且在贵族中享有如此崇高威望之人掌控了大权,唯恐他会彻底剥夺平民的自由。
οὕτω δὴ φρονήσαντες ἀπεψηφίσαντο τὸν Μάρκιον, ὡς δʼ ἀνηγορεύθησαν ἕτεροι, βαρέως μὲν ἤνεγκεν ἡ βουλή δοκοῦσα προπεπηλακίσθαι μᾶλλον ἑαυτὴν ἢ τὸν Μάρκιον, αὐτὸς δʼ ἐκεῖνος οὐ μετρίως ἔσχεν οὐδʼ ἐπιεικῶς πρὸς τὸ συμβεβηκός, ἅτε δὴ πλεῖστα τῷ θυμοειδεῖ καὶ φιλονείκῳ μέρει τῆς ψυχῆς, ὡς ἔχοντι μέγεθος καὶ φρόνημα, κεχρημένος, τὸ δʼ ἐμβριθὲς καὶ τὸ πρᾷον, οὗ τὸ πλεῖστον ἀρετῇ πολιτικῇ μέτεστιν, ἐγκεκραμένον οὐκ ἔχων ὑπὸ λόγου καὶ παιδείας, οὐδὲ τὴν ἐρημίᾳ ξύνοικον, ὡς Πλάτων ἔλεγεν, αὐθάδειαν εἰδὼς ὅτι δεῖ μάλιστα διαφεύγειν2 ἐπιχειροῦντα πράγμασι κοινοῖς καὶ ἀνθρώποις ὁμιλεῖν, καὶ γενέσθαι τῆς πολλὰ γελωμένης ὑπʼ ἐνίων ἀνεξικακίας ἐραστήν. ἀλλʼ ἁπλοῦς τις ὢν ἀεὶ καὶ ἀτενής, καὶ τὸ νικᾶν καὶ κρατεῖν ἁπάντων πάντως ἀνδρείας ἔργον ἡγούμενος, οὐκ ἀσθενείας καὶ μαλακίας, ἐκ τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα τῆς ψυχῆς, ὥσπερ οἴδημα, τὸν θυμὸν ἀναδιδούσης,3 ἀπῄει ταραχῆς μεστὸς ὢν καὶ πικρίας πρὸς τὸν δῆμον.
他们打定如此心思,便以投票否决了马尔基乌斯。当其他人被宣布当选时,元老院深感愤慨,认为自身遭受的践踏甚于马尔基乌斯;然而他本人面对所发生之事也绝未能以平和克制的心态处之,盖因他极度依凭灵魂中那好勇斗狠的部分,以为此乃宏大与崇高气概之所在,却未曾借助理性与教化将庄重与温和——城邦政务之德的核心要素——融入自身性格之中,亦不懂得凡欲经手公共事务并与众人交往者,最须避开正如柏拉图所言乃“与孤独同住”的刚愎自用,并应当成为那屡遭某些人嘲弄的容忍克制之道的崇尚者。反之,他素来刚直固执,认为在一切事上压倒并战胜所有人全然是勇气的表现,而非从灵魂最痛苦受创之处犹如痈疽般迸发出怒火的软弱与怯懦的产物;他满怀对平民的愤乱与怨毒拂袖而去。
οἱ δʼ ἐν ἡλικίᾳ τῶν πατρικίων, ὅ τι περ ἦν ἐν τῇ πόλει μάλιστα γαυρούμενον εὐγενείᾳ καὶ ἀνθοῦν, ἀεί τε θαυμαστῶς ἐσπουδάκεσαν περὶ τὸν ἄνδρα, καὶ τότε προσκείμενοι καὶ παρόντες οὐκ ἐπʼ ἀγαθῷ τὸν θυμὸν ἐξερρίπιζον αὐτοῦ τῷ συναγανακτεῖν καὶ συναλγεῖν. ἦν γὰρ ἡγεμὼν αὐτοῖς καὶ διδάσκαλος εὐμενὴς τῶν πολεμικῶν ἐν ταῖς στρατείαις, καὶ ζῆλον ἀρετῆς ἄνευ φθόνου πρὸς ἀλλήλους γαυρῶσαι τοὺς κατορθοῦντας.
而贵族中的青年一代——全城最具门第自豪且正值英年之人——向来对他惊人地推崇备至;此时他们追随在侧,以共同的义愤与悲痛煽动着他的怒火,致使情势趋向恶化。因为他在戎马征战中曾是他们仁善的军务导师与统帅,在他们彼此之间激发起毫无嫉妒的竞德之心,并让建功立业者感到自豪。
- 15.2δέος, εἰ γένοιτο τῆς ἀρχῆς κύριος ἀνὴρ ἀριστοκρατικὸς καὶ τοσοῦτον ἔχων ἐν τοῖς πατρικίοις ἀξίωμα, μὴ παντάπασιν ἀφέλοιτο τοῦ δήμου τὴν ἐλευθερίαν
表示恐惧的名词 δέος 统摄由 μή 与祈愿语气动词 ἀφέλοιτο 引导的宾语从句(“唯恐他剥夺……”),其间插入了假设条件从句 εἰ γένοιτο ... ἀνήρ。条件从句与顾虑从句中的祈愿语气相呼应,表达了对未来假想事态(“若他执掌大权,恐将剥夺……”)的深层疑惧。
- 15.4τὴν ἐρημίᾳ ξύνοικον, ὡς Πλάτων ἔλεγεν, αὐθάδειαν εἰδὼς ὅτι δεῖ μάλιστα διαφεύγειν
先行前置(prolepsis)结构。名词短语 τὴν ... αὐθάδειαν 在逻辑上本是从属 ὅτι 从句中动词 διαφεύγειν 的宾语,却被前置到了主句分词 εἰδώς 之前。此种语序倒错在化用柏拉图名言(《书简集》第四篇 321b:“刚愎乃孤独之伴侣”)的同时,突出了所应规避的核心性格缺陷。
- 15.4οὐκ ἀσθενείας καὶ μαλακίας, ἐκ τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα τῆς ψυχῆς, ὥσπερ οἴδημα, τὸν θυμὸν ἀναδιδούσης
短语 οὐκ ἀσθενείας καὶ μαλακίας 与前文的 ἀνδρείας ἔργον ἡγούμενος 形成正反对应,省略了 ἔργον(“认为……是勇气的作为,而非软弱与怯懦的作为”)。紧随其后的分词 ἀναδιδούσης(阴性单数属格)修饰前文的(ἀσθενείας καὶ)μαλακίας,而 τῆς ψυχῆς 则是依附于 τοῦ πονοῦντος καὶ πεπονθότος μάλιστα(“灵魂最痛苦受创之处”)的部分属格,借由病理学比喻阐明怒火如痈疽般迸发实乃源于软弱与怯懦而非勇气。
