← 普鲁塔克

科里奥兰纳斯传

§14.1-14.4

马尔基乌斯竞选执政官与选举习俗

马尔基乌斯竞选执政官且平民态度有所软化,由此引出罗马候选人身着外袍袒露伤痕的传统习俗,并论及后世金权政治与贿选的滋生以及与雅典的对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ὀλίγου δὲ χρόνου1 μετῄει μὲν ὑπατείαν ὁ Μάρκιος, ἐκάμπτοντο δὲ οἱ πολλοί, καὶ τὸν δῆμον αἰδώς τις εἶχεν ἄνδρα καὶ γένει καὶ ἀρετῇ πρῶτον ἀτιμάσαι2 καὶ καταβαλεῖν ἐπὶ τοσούτοις καὶ τηλικούτοις εὐεργετήμασι. καὶ γὰρ ἔθος ἦν τοῖς μετιοῦσι τὴν ἀρχὴν παρακαλεῖν καὶ δεξιοῦσθαι τοὺς πολίτας ἐν ἱματίῳ κατιόντας εἰς τὴν ἀγορὰν ἄνευ χιτῶνος, εἴτε μᾶλλον ἐκταπεινοῦντας ἑαυτοὺς τῷ σχήματι πρὸς τὴν δέησιν, εἴτε δεικνύντας οἷς ἦσαν ὠτειλαί3 προφανῆ τὰ σύμβολα τῆς ἀνδρείας.

不久之后,马尔基乌斯谋求执政官之职,大众的心意有所软化,面对这样一位门第与武德皆冠绝众人、立下如此之多且如此重大功绩之人,平民生出了一种敬畏与羞耻之心,不愿去羞辱并否决他。因为谋求官职者素来有一种习惯,即仅穿外袍而不穿内衫下到广场,向公民们请求并握手致意,这或是为了借这种装束在祈求时使自己显得更加卑微谦恭,或是为了让那些身上带有伤痕者展示其勇气的明显标志。

§14.2

οὐ γὰρ ὑποψίᾳ δήπου διανομῆς ἀργυρίου καὶ δεκασμῶν ἄζωστον ἐβούλοντο προσιέναι καὶ ἀχίτωνα τοῖς πολίταις τὸν δεόμενον αὐτῶν ὀψὲ γὰρ μετὰ πολὺν χρόνον ὠνὴ καὶ πρᾶσις ἐπεισῆλθε, καὶ συνεμίγη ταῖς ἐκκλησιαστικαῖς ψήφοις ἀργύριον.

因为绝非由于疑心会有金钱散发和贿选之事,他们才希望求职者不束衣带、不着内衫去接近公民;盖因买卖交易是在很久之后才渗透进来的,金钱也才混入公民大会的选票之中。

§14.3

ἐκ δὲ τούτου καὶ δικαστῶν θιγοῦσα καὶ στρατοπέδων ἡ δωροδοκία περιέστησεν εἰς μοναρχίαν τὴν πόλιν, ἐξανδραποδισαμένη τὰ ὅπλα τοῖς χρήμασιν. οὐ γὰρ κακῶς ἔοικεν εἰπεῖν ὁ εἰπὼν ὅτι πρῶτος κατέλυσε τὸν δῆμον ὁ πρῶτος ἑστιάσας καὶ δεκάσας.4 φαίνεται δὲ κρύφα καὶ κατὰ μικρὸν ὑπορρέον οὐκ εὐθὺς ἔκδηλον ἐν Ῥώμῃ γενέσθαι τὸ κακόν.

自此以后,贿赂又染指了法官与军营,使城邦沦为了君主独裁,凭借金钱奴役了刀兵武装。确实,说出“最早宴请并贿赂平民之人,乃是最早瓦解平民政制之人”的那个人,似乎说得并不差。然而这种恶习似乎是暗中且一点一滴渗入的,并未立刻在罗马显露无遗。

§14.4

οὐ γὰρ ἴσμεν ὅστις ἦν ὁ δεκάσας πρῶτος ἐν Ῥώμῃ δῆμον ἢ δικαστήριον· Ἀθήνησι δὲ λέγεται πρῶτος ἀργύριον δοῦναι δικασταῖς Ἄνυτος ὁ Ἀνθεμίωνος, προδοσίας περὶ Πύλου κρινόμενος, ἐν τοῖς Πελοποννησιακοῖς ἤδη τελευτῶσιν, ὁπηνίκα τὸ χρυσοῦν ἔτι γένος καὶ ἀκήρατον ἐν Ῥώμῃ τὴν ἀγορὰν κατεῖχεν.

因为我们并不知道在罗马究竟是谁最早贿赂了平民或法庭;但据说在雅典,当伯罗奔尼撒战争已走向尾声之际,安忒弥翁之子安尼图斯因涉及皮洛斯的叛国罪受审时,是第一个向法官施以金钱之人;彼时在罗马,纯真未凿的黄金世代尚占据着广场。

语法注4 条
  1. 14.1ὀλίγου δὲ χρόνου

    时间属格,表示“不久之后”或“在很短的时间内”。无介词引导而单独使用的属格在此作副词性用法,表示行为发生的时间范围。

  2. 14.1αἰδώς τις εἶχεν ἄνδρα καὶ γένει καὶ ἀρετῇ πρῶτον ἀτιμάσαι

    主语为 αἰδώς τις,宾语为 τὸν δῆμον,不定式 ἀτιμάσαι καὶ καταβαλεῖν 作为 εἶχεν 的补足成分(“一种羞怯/敬畏之心控制了平民,使其不愿去羞辱……”)。ἄνδρα 是不定式的逻辑宾语。

  3. 14.1οἷς ἦσαν ὠτειλαί

    带有与格关系代名词 οἷς 的“领属与格”结构(“凡有伤痕者”),作为插入句限定了分词 δεικνύντας 的逻辑主语群体,以与前文适用于所有候选人的 εἴτε μᾶλλον ἐκταπεινοῦντας... 形成呼应与对照。

  4. 14.3ὁ πρῶτος ἑστιάσας καὶ δεκάσας

    ὅτι 引导的间接引语从句中谓语 πρῶτος κατέλυσε τὸν δῆμον 的主语。形容词 πρῶτος 两次以状语/表语形式对称出现,构成了警句式的句法平衡:“最早宴请与行贿之人,便是最早瓦解平民之人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:14.1-14.4