← 普鲁塔克

科里奥兰纳斯传

§13.1-13.4

护民官的反对与马尔基乌斯远征安提乌姆

煽惑民众者指责殖民与征兵乃是消灭平民之阴谋并煽动抵制,马尔基乌斯挺身与其对抗,强行派出殖民队,并亲自率领自愿者袭掠安提乌姆满载而归,却引发了其余民众的嫉妒与怨恨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

ἐνίσταντο δὲ λοιπὸν οἱ περὶ Σικίννιον καὶ Βροῦτον δημαγωγοί, βοῶντες ἔργον ὠμότατον αὐτοὺς τῷ πρᾳοτάτῳ τῶν ὀνομάτων ἀποικίαν προσαγορεύσαντας ἀνθρώπους πένητας ὥσπερ εἰς βάραθρον ὠθεῖν,1 ἐκπέμποντας εἰς πόλιν ἀέρος τε νοσεροῦ καὶ νεκρῶν ἀτάφων γέμουσαν, ἀλλοτρίῳ δαίμονι καὶ παλαμναίῳ συνοικιζομένους· εἶτα ὥσπερ οὐκ ἀρκουμένους τούς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τούς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον ἐπάγειν,2 ὅπως μηδὲν κακὸν ἀπῇ τῆς πόλεως, ὅτι δουλεύουσα τοῖς πλουσίοις ἀπεῖπε. τοιούτων ἀναπιμπλάμενος λόγων ὁ δῆμος οὔτε τῷ καταλόγῳ προσῄει τῶν ὑπάτων πρός τε τὴν ἀποικίαν διεβέβλητο.

然而随后,西金尼乌斯和布鲁图斯一派的煽惑民众者出面阻挠,大声疾呼称统治阶层给最残酷的行径冠以“殖民”这一最温和的名称,将贫民宛如推入万丈深渊一般,打发到一座充斥着污浊瘴疠之气与暴露荒野之尸骨的城市,去与异乡索命的凶神为邻;接着他们又称,统治阶层似乎还不满足于以饥荒灭绝一部分公民、以瘟疫侵害另一部分公民,反而还要招引一场自找的战争,以便不使城邦免除任何祸患,只因城邦拒绝继续做富人的奴仆。平民被灌输了这番言论,既不前去参加执政官的征兵册录,亦对殖民之事极为抵触。

§13.3

τῆς δὲ βουλῆς διαπορουμένης ὁ Μάρκιος, ἤδη μεστὸς ὢν ὄγκου καὶ μέγας γεγονὼς τῷ φρονήματι καὶ θαυμαζόμενος ὑπὸ τῶν κρατίστων, φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀνθιστάμενος,3 καὶ τὴν μὲν ἀποικίαν ἀπέστειλαν, ἐπιτιμίοις μεγάλοις τούς λαχόντας ἐξελθεῖν ἀναγκάσαντες· πρός δὲ τὴν στρατείαν παντάπασιν ἀπαγορευόντων,4 αὐτὸς ὁ Μάρκιος τούς τε πελάτας ἀναλαβὼν καὶ τῶν ἄλλων ὅσους ἔπεισε, κατέδραμε τὴν Ἀντιατῶν χώραν.

在元老院不知所措之际,马尔基乌斯早已威仪具足,心志高昂,备受显贵推崇,便最为公开地挺身反抗煽惑分子;于是他们派出了殖民队,以沉重的惩罚强迫抽中签者启程。然而对于出征战事,民众断然予以拒绝,马尔基乌斯便亲自带领自己的门客以及所能说服的其他人,袭掠了安提乌姆人的领地。

§13.4

καὶ πολὺν μὲν σῖτον εὑρών, πολλῇ δὲ λείᾳ θρεμμάτων καὶ ἀνδραπόδων περιτυχών, αὑτῷ μὲν οὐδὲν ἐξείλετο, τούς δὲ στρατευσαμένους πολλὰ μὲν ἄγοντας ἔχων, πολλὰ δὲ φέροντας, ἐπανῆλθεν εἰς τὴν Ῥώμην, ὥστε τούς ἄλλους μεταμελομένους καὶ φθονήσαντας τοῖς εὐπορήσασιν ἄχθεσθαι τῷ Μαρκίῳ καὶ βαρύνεσθαι τὴν δόξαν αὐτοῦ καὶ τὴν δύναμιν, ὡς ἐπὶ τὸν δῆμον αὐξομένην.

他搜获了大量粮食,劫得了大批牲畜与奴隶等战利品,却未为自己留下分毫,而是率领随征之人驱赶着大量人畜、携带着大批财物返回罗马;以致其余之人既懊悔又嫉妒那些发了横财者,转而对马尔基乌斯心生怨怼,对其名望与权势倍感沉重,认为这是针对平民而增长起来的。

语法注4 条
  1. 13.1ἔργον ὠμότατον αὐτοὺς τῷ πρᾳοτάτῳ τῶν ὀνομάτων ἀποικίαν προσαγορεύσαντας ἀνθρώπους πένητας ὥσπερ εἰς βάραθρον ὠθεῖν

    此句为接在动词 βοῶντες 之后的宾格不定式间接引语结构。不定式 ὠθεῖν 的逻辑主语为代词宾格 αὐτούς(指执政官及贵族),分词 προσαγορεύσαντας 与 αὐτούς 一致,并带双重宾格 ἔργον ὠμότατον 与 ἀποικίαν(“将最残酷的行径称作‘殖民’”)。ἀνθρώπους πένητας 为不定式 ὠθεῖν 的直接宾语。

  2. 13.2εἶτα ὥσπερ οὐκ ἀρκουμένους τούς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τούς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον ἐπάγειν

    承接前句的间接引语(宾格加不定式结构)。分词 ἀρκουμένους 为修饰前句逻辑主语 αὐτούς 的宾格分词,带补足语不定式 διολλύναι 与 προσβάλλειν。主要不定式 ἐπάγειν 与前文的 ὠθεῖν 构成并列,组成煽动者指控的第二项内容。

  3. 13.3φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀνθιστάμενος

    形容词 φανερός 与补充成分分词 ἀνθιστάμενος 连用的人称构式(相当于非人称构式 φανερὸν ἦν αὐτὸν ἀνθίστασθαι)。意为“他抵抗煽惑者的举动态势显而易见”或“公开且最显眼地挺身反抗”。

  4. 13.3πρός δὲ τὴν στρατείαν παντάπασιν ἀπαγορευόντων

    未明确写出逻辑主语的独立属格结构。根据上下文,未明言的主语为承接前文的 ὁ δῆμος(平民或公民与煽惑者)。动词 ἀπαγορεύω 在此用作不及物动词,意为“推辞、拒绝”(即“当众人完全拒绝出征战事之时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:13.1-13.4