← 普鲁塔克

科里奥兰纳斯传

§12.1-12.4

粮食短缺与韦利特赖的殖民计划

战后由于粮荒严重,煽惑民众者再次煽动内乱;此时遭瘟疫重创的韦利特赖派使节乞求派遣殖民者。执政官借此机宜将骚乱分子编入殖民队伍迁出,并组织其余民众出征沃尔斯基人,以此化解内讧并促进阶层融合。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

παυσαμένῳ δὲ τῷ πολέμῳ1 τὴν στάσιν ἐπήγειρον αὖθις οἱ δημαγωγοί, καινὴν μὲν οὐδεμίαν αἰτίαν ἔχοντες οὐδʼ ἔγκλημα δίκαιον, ἃ δὲ ταῖς προτέραις αὐτῶν διαφοραῖς καὶ ταραχαῖς ἀναγκαίως ἐπηκολούθησε κακά, ταῦτα ποιούμενοι πρόφασιν2 ἐπὶ τοὺς πατρικίους, ἄσπορος γὰρ ἡ πλείστη καὶ ἀγεώργητος ἀπελείφθη τῆς χώρας, ἀγορᾶς δʼ ἐπεισάκτου παρασκευὴν διὰ τὸν πόλεμον ὁ καιρὸς οὐκ ἔδωκεν.

战事停息之后,煽惑民众者再次挑起内讧;他们既无新的由头,亦无正当的指控,却将先前纷争与动荡所必然随之而来的困厄,用作反对贵族的借口;盖因绝大部分土地荒芜未播,由于战事,时局又不容筹备从外购入的粮食。

§12.2

ἰσχυρᾶς οὖν ἀπορίας γενομένης, ὁρῶντες οἱ δημαγωγοὶ μήτʼ ἀγορὰν ἔχοντα μήτʼ, εἰ παρῆν ἀγορά, χρημάτων εὐποροῦντα τὸν δῆμον, ἐνέβαλλον λόγους καὶ διαβολὰς κατὰ τῶν πλουσίων, ὡς ἐκεῖνοι τὸν λιμὸν ἐπάγοιεν αὐτοῖς ὑπὸ μνησικακίας. ἐκ δὲ τῶν Οὐελιτρανῶν ἧκε πρεσβεία τὴν πόλιν παραδιδόντων καὶ δεομένων3 ἀποίκους ἀποστέλλειν. νόσος γὰρ ἐμπεσοῦσα λοιμώδης αὐτοῖς τοσοῦτον ὄλεθρον καὶ φθορὰν ἀπειργάσατο τῶν ἀνθρώπων ὥστε μόλις τὸ δέκατον τοῦ παντὸς ἀπολειφθῆναι μέρος.

于是,在出现严重粮荒之时,煽惑民众者见平民既乏粮食,即便有粮亦无资财,便散布针对富人的流言与诽谤,声称是富人出于怨恨而将饥荒加诸他们之身。 与此同时,从韦利特赖人那里遣来了使节,表示愿将城市交出,并乞求派遣殖民者。原来是一场恶性瘟疫降临彼处,给居民造成了巨大的死伤与破灭,以至全人口仅勉强残留十分之一。

§12.3

ἔδοξεν οὖν τοῖς νοῦν ἔχουσιν εἰς δέον γεγονέναι καὶ κατὰ καιρὸν ἡ χρεία τῶν Οὐελιτρανῶν διά τε τὴν ἀπορίαν κουφισμοῦ δεομένοις, καὶ τὴν στάσιν ἅμα σκεδάσειν ἤλπιζον, εἰ τὸ θορυβοῦν μάλιστα καὶ συνεπηρμένον τοῖς δημαγωγοῖς ὥσπερ περίττωμα τῆς πόλεως νοσερὸν καὶ ταραχῶδες ἀποκαθαρθείη.

因此,在明理之士看来,韦利特赖人的这一需求出现得切中时宜,一则由于匮乏,他们急需减负;同时他们亦期望,若能将那最为喧闹、随煽惑者煽动而起的分子,如同清除城邦有害且扰攘的秽物一般加以肃清,便可驱散纷争。

§12.4

τούτους τε δὴ καταλέγοντες εἰς τὴν ἀποικίαν ἐξέπεμπον οἱ ὕπατοι, καὶ στρατείαν ἐπήγγελλον ἑτέροις ἐπὶ τοὺς Οὐολούσκους, ἀσχολίαν τε τῶν ἐμφυλίων μηχανώμενοι θορύβων, καὶ νομίζοντες ἐν ὅπλοις καὶ στρατοπέδῳ καὶ κοινοῖς ἀγῶσιν αὖθις γενομένους πλουσίους ὁμοῦ καὶ πένητας καὶ δημοτικοὺς καὶ πατρικίους, ἡμερώτερον ἂν διατεθῆναι πρὸς ἀλλήλους καὶ ἥδιον.4

于是执政官将这些人登册编入殖民队派出,并向其余之人下达讨伐沃尔斯基人的征战指令,以此设法使之脱身于内乱喧嚣,并认定若让富人与穷人、平民与贵族再次在戎装、军营与共同战斗中相处,彼此对待的态度便会变得更为和缓温厚。

语法注4 条
  1. 12.1παυσαμένῳ δὲ τῷ πολέμῳ

    表时间的与格(temporal dative)。虽然希腊语中表示时间背景的标准独立结构为独立属格,但在此处伴随不定过去时分词的与格被用来标示动作发生的时间点(“当战争停息之时”)。

  2. 12.1ἃ δὲ ταῖς προτέραις αὐτῶν διαφοραῖς καὶ ταραχαῖς ἀναγκαίως ἐπηκολούθησε κακά, ταῦτα ποιούμενοι πρόφασιν

    先行词内嵌(incorporation of the antecedent)。先行词 κακά 被吸收并置入关系从句(ἃ... ἐπηκολούθησε)之末,随后在主句中由指示代词 ταῦτα 重新承接,作为 ποιούμενοι 的直接宾语(πρόφασιν 为宾补)。

  3. 12.2πρεσβεία τὴν πόλιν παραδιδόντων καὶ δεομένων

    意合(constructio ad sensum / synesis)。集体名词 πρεσβεία(使节团)为阴性单数,而其伴随的分词 παραδιδόντων 与 δεομένων 却采用了属格复数形式,其在语义上指涉组成使团的使节个体或与前文复数属格 τῶν Οὐελιτρανῶν(韦利特赖人)保持意义上的一致。

  4. 12.4ἡμερώτερον ἂν διατεθῆναι πρὸς ἀλλήλους καὶ ἥδιον

    带有 ἄν 的潜势不定式(potential infinitive)。该结构受表“认为”的动词分词 νομίζοντες 支配,相当于直接引语中的潜势祈愿语气(ἂν διατεθεῖεν,“他们当会变得更为和缓”),在间接引语中转化为不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:12.1-12.4