- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:11.1-11.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
执政官科米尼乌斯授予马修斯第三个名字“科里奥拉努斯”以表彰其军功,作者随之阐述了希腊与罗马人关于附加称号(认知名)的命名习俗。
ἐπεὶ δὲ ἐπαύσατο βοῆς καὶ θορύβου τὸ πλῆθος, ὑπολαβὼν ὁ Κομίνιος, ἀλλʼ ἐκείνας μέν, εἶπεν, ὦ συστρατιῶται, τὰς δωρεὰς οὐ δύνασθε βιάζεσθαι μὴ δεχόμενον τὸν ἄνδρα μηδὲ βουλόμενον λαβεῖν ἣν δὲ οὐκ ἐστιν ἐπὶ τούτῳ διδομένην ἀπώσασθαι, δῶμεν αὐτῷ1 καὶ ψηφισώμεθα καλεῖσθαι Κοριολανόν, εἰ μὴ καὶ πρὸ ἡμῶν ἡ πρᾶξις αὐτὴ τοῦτο δέδωκεν. ἐκ τούτου τρίτον ἔσχεν ὄνομα τὸν Κοριολανόν.
当大众止息了呼喊和喧嚣时,科米尼乌斯接着说道: “然而,战友们啊,”他说道,“你们无法强迫一个既不接受也不愿领受的人去接受那些赏赐;但有一件礼物,他在被授予之时却由不得他推却,就让我们将它赠予他,并通过表决让他被称为科里奥拉努斯吧——倘若这件功业本身尚未在我们之前便赋予了他这一称号的话。” 由此,他获得了第三个名字:科里奥拉努斯。
ᾧ καὶ μάλιστα δῆλόν ἐστιν2 ὅτι τῶν ὀνομάτων ἴδιον ἦν ὁ Γάϊος, τὸ δὲ δεύτερον οἰκίας ἢ γένους κοινὸν ὁ Μάρκιος, τῷ δὲ τρίτῳ ὕστερον ἐχρήσαντο πράξεώς τινος ἢ τύχης ἢ ἰδέας ἢ ἀρετῆς ἐπιθέτῳ, καθάπερ Ἕλληνες ἐτίθεντο πράξεώς μὲν ἐπώνυμον τὸν Σωτῆρα καὶ τὸν Καλλίνικον, ἰδέας δὲ τὸν Φύσκωνα καὶ τὸν Γρυπόν, ἀρετῆς δὲ τὸν Εὐεργέτην καὶ τὸν Φιλάδελφον, εὐτυχίας δὲ τὸν Εὐδαίμονα τῷ δευτέρῳ τῶν Βάττων.
从这一点最能明显看出,在他们的名字中,“盖乌斯”是个人特有的名字,而第二个名字“马修斯”则是家族或宗族所共有的,至于第三个名字,则是他们后来用作表明某种功业、命运、体貌特征或德行的附加称号;正如同希腊人依战功赋予“索特尔(救主)”和“卡利尼科斯(凯旋者)”,依体貌赋予“菲斯孔(大腹者)”和“格吕波斯(鹰钩鼻)”,依美德赋予“欧厄尔盖特斯(施惠者)”和“菲拉德尔福斯(爱同胞者)”,依幸运赋予巴图斯家族第二代君主“欧代蒙(多福者)”的称号一样。
ἐνίοις δὲ τῶν βασιλέων καὶ σκώμματα παρέσχεν ἐπικλήσεις, ὡς Ἀντιγόνῳ τὸν Δώσωνα καὶ Πτολεμαίῳ τὸν Λάθυρον. ἐπὶ πλέον δὲ τῷ γένει τούτῳ καὶ Ῥωμαῖοι κέχρηνται, Διαδήματόν τινα τῶν Μετέλλων καλέσαντες, ὅτι πολὺν χρόνον ἕλκος ἔχων περιενόστει διαδεδεμένος τὸ μέτωπον, ἕτερον δὲ Κέλερα σπεύσαντα μεθʼ ἡμέρας ὀλίγας τῆς τοῦ πατρὸς τελευτῆς ἐπιταφίους μονομάχων ἀγῶνας παρασχεῖν, τὸ τάχος καὶ τὴν ὀξύτητα τῆς παρασκευῆς θαυμάσαντες.
有些君主的别号甚至源于嘲弄戏谑,例如安提柯被称为“多松(空许者)”,托勒密被称为“拉特鲁斯(鹰嘴豆)”。而罗马人对这类称号的应用更为广泛:他们将梅特卢斯家族的一人称为“迪亚德玛图斯(裹头巾者)”,是因为他因长年患有疮疡,额头上缠着绷带四处走动;又将另一人称为“凯莱尔(迅速者)”,是因为他在父亲去世仅数日后就急于举办角斗士葬礼竞技,人们赞赏他筹备的速度与敏捷。
ἐνίους δὲ συντυχίᾳ γενέσεως μέχρι νῦν καλοῦσι, Πρόκλον μέν, ἐὰν ἀποδημοῦντος πατρὸς γένηται, καὶ Πόστουμον, ἂν τεθνηκότος· ᾧ δʼ ἂν διδύμῳ γενομένῳ συμβῇ περιβιῶναι, θατέρου τελευτήσαντος, Οὐοπίσκον.3 τῶν δὲ σωματικῶν οὐ μόνον Σύλλας οὐδὲ Νίγρους οὐδὲ Ῥούφους, ἀλλὰ καὶ Καίκους καὶ Κλωδίους ἐπωνυμίας τίθενται, καλῶς ἐθίζοντες μήτε τυφλότητα μήτʼ ἄλλην τινὰ σωματικὴν ἀτυχίαν ὄνειδος ἡγεῖσθαι μηδὲ λοιδορίαν, ἀλλʼ ὡς οἰκείοις ὑπακούειν ὀνόμασιν. ἀλλὰ ταῦτα μὲν ἑτέρῳ γένει γραφῆς προσήκει.
有些人他们直到如今仍依出生的机缘来命名:若父亲远行在外时出生,便称为“普罗库卢斯”;若父亲已故而出生,便称为“波斯图穆斯”;至于孪生而有一方夭折而幸存者,则称作“沃皮斯库斯”。而在源于身体特征的称号中,不仅有“苏拉(斑点)”、“尼格尔(黑肤)”、“鲁富斯(红发)”,更有“凯库斯(盲人)”和“克劳狄乌斯(跛子)”等别名,巧妙地使人们习惯于既不将眼瞎亦不将任何其他身体残疾视为耻辱或侮辱,反而如同对待自己的本名一样欣然应答。不过,这些事情理应属于另一类著述的范畴。
- 11.1ἣν δὲ οὐκ ἐστιν ἐπὶ τούτῳ διδομένην ἀπώσασθαι, δῶμεν αὐτῷ
关系从句(ἣν δὲ οὐκ ἔστιν...)置于主句(δῶμεν αὐτῷ)之前。关系代词 ἣν 的先行词隐含了与前文复数 τὰς δωρεάς 相对的单数“赏赐”(δωρεάν),具体指下文授予的“科里奥拉努斯”这一尊号。短语 οὐκ ἔστιν ἐπὶ τούτῳ 是固定表达,意为“不在其权力/自由裁量范围内”;分词 διδομένην 表时间(“在被授予之时拒绝”)。
- 11.2ᾧ καὶ μάλιστα δῆλόν ἐστιν
关系代词 ᾧ 为中性单数与格,以整件前事(马修斯获得第三个名字“科里奥拉努斯”)为先行词,表示判断的依据或手段(“借此/从这一点尤其清楚地看出”)。
- 11.4ᾧ δʼ ἂν διδύμῳ γενομένῳ συμβῇ περιβιῶναι, θατέρου τελευτήσαντος, Οὐοπίσκον
承前文谓语动词 καλοῦσι 的省略构拟。条件关系从句 ᾧ δʼ ἂν... συμβῇ περιβιῶναι(“对任何生为双胞胎、在另一方夭折后幸存下来的人”)用与格表示对象,以谓语宾格 Οὐοπίσκον 作为所补动词 [καλοῦσι] 的称呼宾语。
