← 普鲁塔克

阿尔西比亚德斯传

§7.1-7.4

年少时的机敏傲慢与同苏格拉底从军

记述了阿尔西比亚德斯走出童年后对待教师与伯里克利的傲慢与机敏言行,以及他在波提代亚战役与得利翁之战中与苏格拉底互为救援、互相成全战功的事迹。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1

τὴν δὲ παιδικὴν ἡλικίαν παραλλάσσων ἐπέστη γραμματοδιδασκάλῳ καὶ βιβλίον ᾔτησεν Ὁμηρικόν. εἰπόντος δὲ τοῦ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου, κονδύλῳ καθικόμενος αὐτοῦ1 παρῆλθεν. ἑτέρου δὲ φήσαντος ἔχειν Ὅμηρον ὑφʼ αὑτοῦ διωρθωμένον, εἶτʼ, ἔφη, γράμματα διδάσκεις, Ὅμηρον ἐπανορθοῦν ἱκανὸς ὤν; οὐχὶ τοὺς νέους παιδεύεις;

在他走出童年期之际,他来到一位蒙师那里,索要一本荷马的著作。当这位蒙师说自己手头没有任何荷马的作品时,他用拳头打了他一下便扬长而去。另一位教师则说自己有一部经由自己校订的荷马著作,“那么,”他说,“既然你能够校订荷马,却还在教识字吗?你为什么不去教育青年人呢?”

§7.2

Περικλεῖ δὲ βουλόμενος ἐντυχεῖν ἐπὶ θύρας ἦλθεν αὐτοῦ. πυθόμενος δὲ μὴ σχολάζειν, ἀλλὰ σκοπεῖν καθʼ ἑαυτὸν ὅπως ἀποδώσει λόγον Ἀθηναίοις, ἀπιὼν ὁ Ἀλκιβιάδης, εἶτα, ἔφη, βέλτιον οὐκ ἦν2 σκοπεῖν αὐτὸν ὅπως οὐκ ἀποδώσει λόγον Ἀθηναίοις; ἔτι δὲ μειράκιον ὢν ἐστρατεύσατο τὴν εἰς Ποτίδαιαν στρατείαν, καὶ Σωκράτη σύσκηνον εἶχε καὶ παραστάτην ἐν τοῖς ἀγῶσιν.

又有一次,他想要见伯里克利,来到了他家门前。当得知伯里克利没有闲暇、正在独自思量如何向雅典人述职交代账目时,阿尔西比亚德斯在离去之际,“那么,”他说,“他思量如何不向雅典人交代,难道不是更好吗?” 当他还是个青年时,他参加了前往波提代亚的远征,并在战斗中与苏格拉底同宿一帐、并肩作战。

§7.3

ἰσχυρᾶς δὲ γενομένης μάχης ἠρίστευσαν μὲν ἀμφότεροι, τοῦ δʼ Ἀλκιβιάδου τραύματι περιπεσόντος ὁ Σωκράτης προέστη καὶ ἤμυνε καὶ μάλιστα δὴ προδήλως ἔσωσεν αὐτὸν μετὰ τῶν ὅπλων. ἐγίνετο μὲν οὖν τῷ δικαιοτάτῳ λόγῳ Σωκράτους τὸ ἀριστεῖον·3 ἐπεὶ δʼ οἱ στρατηγοὶ διὰ τὸ ἀξίωμα τῷ Ἀλκιβιάδῃ σπουδάζοντες ἐφαίνοντο περιθεῖναι τὴν δόξαν, ὁ Σωκράτης βουλόμενος αὔξεσθαι τὸ φιλότιμον ἐν τοῖς καλοῖς αὐτοῦ πρῶτος ἐμαρτύρει καὶ παρεκάλει στεφανοῦν ἐκεῖνον καὶ διδόναι τὴν πανοπλίαν.

发生了一场激战,两人皆英勇非凡;而当阿尔西比亚德斯中创倒地时,苏格拉底挺身站在他身前,奋力击退敌人,极其明显地连同他的盔甲武器一起救下了他。因此,按照最公允的道理,头等战功奖理应属于苏格拉底;但见众将领因阿尔西比亚德斯出身显贵而极力想把这一荣誉加于其身,苏格拉底为了助长他在高尚之事上的进取之心,率先为他作证,并敦促大家给他加冠、授予全副铠甲。

§7.4

ἔτι δὲ τῆς ἐπὶ Δηλίῳ μάχης γενομένης καὶ φευγόντων Ἀθηναίων, ἔχων ἵππον ὁ Ἀλκιβιάδης, τοῦ δὲ Σωκράτους πεζῇ μετʼ ὀλίγων ἀποχωροῦντος, οὐ παρήλασεν ἰδών, ἀλλὰ παρέπεμψε καὶ περιήμυνεν, ἐπικειμένων τῶν πολεμίων καὶ πολλοὺς ἀναιρούντων. καὶ ταῦτα μὲν ὕστερον ἐπράχθη.

此外,在得利翁之战爆发且雅典人溃逃之际,阿尔西比亚德斯骑着马,而苏格拉底正与少数人徒步后撤,他见状并未策马掠过,而是在敌军压境、斩杀众多士卒之时,护送并保卫在苏格拉底身边。不过,这件事情发生得更晚一些。

语法注3 条
  1. 7.1κονδύλῳ καθικόμενος αὐτοῦ

    动词 καθικνέομαι 支配被击打对象的属格(αὐτοῦ)以及表示击打手段/工具的与格(κονδύλῳ),意为“用拳头打了他一下”。

  2. 7.2βέλτιον οὐκ ἦν

    表示合宜或义务的无人称表达(βέλτιον ἦν)的未完成过去时,不带 ἄν,在惯用法中用以表达未实现的过去合宜性或与事实相反的设想(“难道不是……更好吗[而他实际上并未如此]”)。

  3. 7.3ἐγίνετο μὲν οὖν τῷ δικαιοτάτῳ λόγῳ Σωκράτους τὸ ἀριστεῖον

    在动词 ἐγίνετο 之后,属格 Σωκράτους 作表语性所有属格(“归属于苏格拉底”),而与格短语 τῷ δικαιοτάτῳ λόγῳ 则表示判断的准则或依据(“按照最公正的道理”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:7.1-7.4