← 普鲁塔克

阿尔西比亚德斯传

§8.1-8.5

羞辱希波尼库斯与强行夺回妻子希帕蕾特

阿尔西比亚德斯戏谑地殴打名流希波尼库斯,后登门谢罪并娶其女希帕蕾特为妻;然而当妻子因其放荡提出离婚时,他在公堂之上强行将其掳掠回家。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

Ἱππονίκῳ δὲ τῷ Καλλίου πατρί, καὶ δόξαν ἔχοντι μεγάλην καὶ δύναμιν ἀπὸ πλούτου καὶ γένους, ἐνέτριψε κόνδυλον, οὐχ ὑπʼ ὀργῆς ἢ διαφορᾶς τινος προαχθείς, ἀλλʼ ἐπὶ γέλωτι, συνθέμενος πρὸς τοὺς ἑταίρους. περιβοήτου δὲ τῆς ἀσελγείας ἐν τῇ πόλει γενομένης καὶ συναγανακτούντων, ὥσπερ εἰκός, ἁπάντων, ἅμʼ ἡμέρᾳ παρῆν ὁ Ἀλκιβιάδης ἐπὶ τὴν οἰκίαν τοῦ Ἱππονίκου, καὶ τὴν θύραν κόψας εἰσῆλθε πρὸς αὐτὸν καὶ θεὶς τὸ ἱμάτιον παρεδίδου τὸ σῶμα, μαστιγοῦν καὶ κολάζειν κελεύων.

此外,对于卡利亚斯的父亲希波尼库斯——一位因其财富与家世而享有极高声望和权势的人——他挥拳击打了他,并非出于愤怒或任何争端,纯粹是为了博得一笑,与同伴们下了赌注。当这一粗暴行径在全城传开、人人理所当然地同声愤慨时,天一破晓,阿尔西比亚德斯便来到希波尼库斯的宅邸,敲门入内见他,脱去外袍将身体交出,请他鞭打并惩处自己。

§8.2

ὁ δὲ συνέγνω καὶ τὴν ὀργὴν ἀφῆκεν, ὕστερον δὲ τῆς θυγατρὸς Ἱππαρέτης ἐποιήσατο νυμφίον. ἔνιοι δέ φασιν, οὐχ Ἱππόνικον, ἀλλὰ Καλλίαν, τὸν υἱὸν αὐτοῦ, δοῦναι τῷ Ἀλκιβιάδῃ τὴν Ἱππαρέτην ἐπὶ δέκα ταλάντοις· εἶτα μέντοι τεκούσης ἄλλα πάλιν δέκα προσεισπρᾶξαι τὸν Ἀλκιβιάδην, ὡς τοῦτο συνθέμενον1 εἰ γένοιντο παῖδες. ὁ δὲ Καλλίας ἐπιβουλὴν δεδοικὼς προσῆλθε τῷ δήμῳ τὰ χρήματα διδοὺς καὶ τὸν οἶκον, ἄνπερ αὐτῷ συμπέσῃ μὴ καταλιπόντι γενεὰν ἀποθανεῖν.

希波尼库斯原谅了他,消解了怒气,后来还将女儿希帕蕾特许配给他为妻。 然而有人说,并非希波尼库斯,而是其子卡利亚斯以十塔兰同的嫁妆将希帕蕾特嫁给阿尔西比亚德斯;随后当她生育时,阿尔西比亚德斯声称如果生育了子嗣就已有此约定,于是又勒索了另外十塔兰同。卡利亚斯畏惧遭受谋害,遂来到民众大会前,提出若自己不幸无后而亡,便将全部财产和宅邸捐赠给城邦。

§8.3

εὔτακτος δʼ οὖσα καὶ φίλανδρος ἡ Ἱππαρέτη, λυπουμένη δʼ ὑπʼ αὐτοῦ περὶ τὸν γάμον ἑταίραις ξέναις καὶ ἀσταῖς συνόντος, ἐκ τῆς οἰκίας ἀπιοῦσα πρὸς τὸν ἀδελφὸν ᾤχετο. τοῦ δʼ Ἀλκιβιάδου μὴ φροντίζοντος, ἀλλὰ τρυφῶντος, ἔδει τὸ τῆς ἀπολείψεως γράμμα παρὰ τῷ ἄρχοντι θέσθαι, μὴ διʼ ἑτέρων, ἀλλʼ αὐτὴν παροῦσαν.2

希帕蕾特端庄贤淑且深爱丈夫,但因阿尔西比亚德斯与外邦及本邦的交际花厮混、败坏婚姻而深感痛苦,便离开家前往哥哥那里。阿尔西比亚德斯全然不顾,反倒挥霍无度,因此她必须将离婚文书递交给执政官,且不得假手他人,必须本人亲自到场。

§8.4

ὡς οὖν παρῆν τοῦτο πράξουσα κατὰ τὸν νόμον, ἐπελθὼν ὁ Ἀλκιβιάδης καὶ συναρπάσας αὐτὴν ἀπῆλθε διʼ ἀγορᾶς οἴκαδε κομίζων, μηδενὸς ἐναντιωθῆναι μηδʼ ἀφελέσθαι τολμήσαντος. ἔμεινε μέντοι παρʼ αὐτῷ μέχρι τελευτῆς, ἐτελεύτησε δὲ μετʼ οὐ πολὺν χρόνον εἰς Ἔφεσον τοῦ Ἀλκιβιάδου πλεύσαντος.

于是,当她依律亲自到场办理此事时,阿尔西比亚德斯闯入并一把将她掳走,带着她穿过广场回家,竟无人敢于抗拦或把她夺回。不过,她留在其身边直至去世,而在阿尔西比亚德斯扬帆前往以弗所后不久,她便与世长辞了。

§8.5

αὕτη μὲν οὖν οὐ παντελῶς ἔδοξεν ἡ βία παράνομος οὐδʼ ἀπάνθρωπος εἶναι· καὶ γὰρ ὁ νόμος δοκεῖ διὰ τοῦτο προάγειν τὴν ἀπολείπουσαν εἰς τὸ δημόσιον αὐτήν, ὅπως ἐγγένηται τῷ ἀνδρὶ συμβῆναι καὶ κατασχεῖν.3

这一暴力举动看来并非完全不合法律或惨无人道;因为法律之所以让提出离婚的妻子本人公开露面,似乎正是为了让丈夫有机会与她相遇并将她留住。

语法注3 条
  1. 8.2ὡς τοῦτο συνθέμενον

    小词 ὡς 连同中动语态不定过去时分词 συνθέμενον。该分词为阳性宾格单数,修饰不定式的主语 τὸν Ἀλκιβιάδην,表示主观理由或借口(“声称他已就此达成约定”),而非无人称的独立宾格结构。

  2. 8.3αὐτὴν παροῦσαν

    阴性宾格单数,作非人称动词 ἔδει 所支配的不定式 θέσθαι 的逻辑主语。它与前面的介词短语 μὴ διʼ ἑτέρων 形成对偶,强调必须由她“本人亲自到场”而非通过代理人提交诉状的法律规定。

  3. 8.5ἐγγένηται τῷ ἀνδρὶ συμβῆναι καὶ κατασχεῖν

    无人称动词 ἐγγίγνομαι(“得以可能、获有时机”)支配与格 τῷ ἀνδρί(“让丈夫”)以及不定式 συμβῆναι 和 κατασχεῖν。此处 συμβῆναι 虽可指“达成和解”,但结合其后并列的 κατασχεῖν(“留住、扣押”),主要指在公共场合“相遇/接触(乃至协商)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:8.1-8.5