← 普鲁塔克

阿尔西比亚德斯传

§6.1-6.4

苏格拉底对阿尔西比亚德斯放纵行径的规诫

记述苏格拉底与阿尔西比亚德斯的复杂羁绊:谄媚者与过早的政治野心虽诱使阿尔西比亚德斯放纵越轨,但苏格拉底屡屡以严厉的言辞遏制其傲气,令其省察自己在德行上的匮乏并回归谦抑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

ὁ δὲ Σωκράτους ἔρως πολλοὺς ἔχων καὶ μεγάλους ἀνταγωνιστὰς πῇ μὲν ἐκράτει τοῦ Ἀλκιβιάδου, διʼ εὐφυΐαν ἁπτομένων τῶν λόγων αὐτοῦ καὶ τὴν καρδίαν στρεφόντων καὶ δάκρυα ἐκχεόντων, ἔστι δʼ ὅτε καὶ τοῖς κόλαξι πολλὰς ἡδονὰς ὑποβάλλουσιν ἐνδιδοὺς ἑαυτόν, ἀπωλίσθαινε τοῦ Σωκράτους καὶ δραπετεύων ἀτεχνῶς ἐκυνηγεῖτο,1 πρὸς μόνον ἐκεῖνον ἔχων τὸ αἰδεῖσθαι καὶ τὸ φοβεῖσθαι, τῶν δʼ ἄλλων ὑπερορῶν.

然而,苏格拉底的爱慕之情虽有众多而强大的竞争对手,却在某种程度上制约着阿尔西比亚德斯;因为阿尔西比亚德斯天资优异,〔苏格拉底的〕言辞能够打动他、触动其心灵并使他流下泪水。但有时,他又委身于向他提供诸多享乐的谄媚之徒,从苏格拉底身边溜走,像逃奴一般简直需要被四处搜寻抓捕;他唯独对苏格拉底心怀敬畏与惧怕,而对其他人则一概鄙视。

§6.2

ὁ μὲν οὖν Κλεάνθης ἔλεγε τὸν ἐρώμενον ὑφʼ ἑαυτοῦ μὲν ἐκ τῶν ὤτων κρατεῖσθαι, τοῖς δʼ ἀντερασταῖς πολλὰς λαβὰς παρέχειν ἀθίκτους ἑαυτῷ, τὴν γαστέρα λέγων καὶ τὰ αἰδοῖα καὶ τὸν λαιμόν· Ἀλκιβιάδης δʼ ἦν μὲν ἀμέλει καὶ πρὸς ἡδονὰς ἀγώγιμος· ἡ γὰρ ὑπὸ Θουκυδίδου λεγομένη παρανομία εἰς τὸ σῶμα τῆς διαίτης ὑποψίαν τοιαύτην δίδωσιν.

克利安西斯曾说,他所宠爱的人是被他抓住了耳朵,却向其他情敌提供了许多自己绝不触碰的把柄——他指的是肚子、私处和喉咙。阿尔西比亚德斯确实也容易被享乐所诱导;修昔底德所提及的他在身体生活方式上的违背常轨,正引起了这样的猜疑。

§6.3

οὐ μὴν ἀλλὰ μᾶλλον αὐτοῦ τῆς φιλοτιμίας ἐπιλαμβανόμενοι καὶ τῆς φιλοδοξίας οἱ διαφθείροντες ἐνέβαλλον οὐ καθʼ ὥραν εἰς μεγαλοπραγμοσύνην, ἀναπείθοντες ὡς, ὅταν πρῶτον ἄρξηται τὰ δημόσια πράττειν, οὐ μόνον ἀμαυρώσοντα τοὺς ἄλλους στρατηγοὺς καὶ δημαγωγοὺς εὐθύς, ἀλλὰ καὶ τὴν Περικλέους δύναμιν ἐν τοῖς Ἕλλησι καὶ δόξαν ὑπερβαλούμενον.2

然而,那些败坏他的人更多是抓住他的野心与好胜心,过早地将他推入好大喜功的狂妄举动中,劝诱他说,一旦他开始参与国家事务,不仅会立即压倒其他将领和煽动民众的政客,甚至还会超越伯里克利在全希腊人中的权势与声望。

§6.4

ὥσπερ οὖν ὁ σίδηρος ἐν τῷ πυρὶ μαλασσόμενος αὖθις ὑπὸ τοῦ ψυχροῦ πυκνοῦται καὶ σύνεισι τοῖς μορίοις εἰς αὑτόν, οὕτως ἐκεῖνον ὁ Σωκράτης θρύψεως διάπλεων καὶ χαυνότητος ὁσάκις ἂν λάβοι, πιέζων τῷ λόγῳ καὶ συστέλλων ταπεινὸν ἐποίει καὶ ἄτολμον, ἡλίκων ἐνδεής ἐστι καὶ ἀτελὴς πρὸς ἀρετὴν μανθάνοντα.3

因此,正如在火中软化的铁经冷气再次凝结、其微粒向内聚合收缩一样,苏格拉底每当抓到他充满虚浮与狂妄之时,便用言辞压制他、收束他,使他认识到自己在美德上欠缺何其之多、又是何其不完备,从而让他变得谦卑而畏惧。

语法注3 条
  1. 6.1ἔστι δʼ ὅτε καὶ τοῖς κόλαξι πολλὰς ἡδονὰς ὑποβάλλουσιν ἐνδιδοὺς ἑαυτόν, ἀπωλίσθαινε τοῦ Σωκράτους καὶ δραπετεύων ἀτεχνῶς ἐκυνηγεῖτο

    句首的语法主语本为 ὁ δὲ Σωκράτους ἔρως,但在与 πῇ μέν 相对的 ἔστι δʼ ὅτε 分句中,分词 ἐνδιδούς 以及限定动词 ἀπωλίσθαινε、ἐκυνηγεῖτο 的主语通过破格结构转为了阿尔西比亚德斯本人。被动语态的 ἐκυνηγεῖτο 意为像猎物一般被苏格拉底追捕、搜寻。

  2. 6.3ἀναπείθοντες ὡς, ὅταν πρῶτον ἄρξηται τὰ δημόσια πράττειν, οὐ μόνον ἀμαυρώσοντα τοὺς ἄλλους στρατηγοὺς καὶ δημαγωγοὺς εὐθύς, ἀλλὰ καὶ τὴν Περικλέους δύναμιν ἐν τοῖς Ἕλλησι καὶ δόξαν ὑπερβαλούμενον

    连词 ὡς 引导了宾格未来分词 ἀμαυρώσοντα 和 ὑπερβαλούμενον。在从属于 ἀναπείθοντες 的间接引语中,以 ὡς 搭配宾格分词替代了常规的“宾格加不定词”结构,用以表示阿尔西比亚德斯未来将要实现的举动。

  3. 6.4πιέζων τῷ λόγῳ καὶ συστέλλων ταπεινὸν ἐποίει καὶ ἄτολμον, ἡλίκων ἐνδεής ἐστι καὶ ἀτελὴς πρὸς ἀρετὴν μανθάνοντα

    宾格分词 μανθάνοντα 与前文指代阿尔西比亚德斯的宾语 ἐκεῖνον 一致,作为伴随情况或原因修饰主干动作 ἐποίει ταπεινὸν καὶ ἄτολμον,意为“随着他认识到/由于他领会到自己何其欠缺”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:6.1-6.4