- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:5.1-5.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔西比亚德斯回报了一位变卖全部家产向其献礼的居留外邦人,强令其参与包税竞标并亲自为其担保,最终迫使陷入绝境的包税人支付一塔兰同退出费,从而使该外邦人获益。
οὕτω δὲ καὶ τοῖς ἄλλοις ἐρασταῖς ἐχρῆτο· πλὴν ἕνα μετοικικὸν ἄνθρωπον,1 ὥς φασιν, οὐ πολλὰ κεκτημένον, ἀποδόμενον δὲ πάντα καὶ τὸ συναχθὲν εἰς ἑκατὸν στατῆρας τῷ Ἀλκιβιάδῃ προσφέροντα καὶ δεόμενον λαβεῖν, γελάσας καὶ ἡσθεὶς ἐκάλεσεν ἐπὶ δεῖπνον. ἑστιάσας δὲ καὶ φιλοφρονηθεὶς τό τε χρυσίον ἀπέδωκεν αὐτῷ, καὶ προσέταξε τῇ ὑστεραίᾳ τοὺς ὠνουμένους τά τέλη τὰ δημόσια ταῖς τιμαῖς ὑπερβάλλειν ἀντωνούμενον.
他对待其余的爱慕者也是如此;但据说,唯独对一位家产不多、变卖了全部财产将换来的一百斯塔特献给阿尔西比亚德斯并恳求他收下的居留外邦人,他付之一笑,十分欣悦,便邀其共进晚餐。款待并温和相待之后,他把金子归还给对方,并吩咐他次日出价竞标,压倒那些购买国家包税权的人。
παραιτουμένου δὲ τοῦ ἀνθρώπου διὰ τὸ πολλῶν ταλάντων εἶναι τὴν ὠνήν, ἠπείλησε μαστιγώσειν εἰ μὴ ταῦτα πράττοι· καὶ γὰρ ἐτύγχανεν ἐγκαλῶν τι τοῖς τελώναις ἴδιον. ἕωθεν οὖν προελθὼνμέτοικος εἰς ἀγορὰν ἐπέθηκε τῇ ὠνῇ τάλαντον. ἐπεὶ δʼ οἱ τελῶναι συστρεφόμενοι καὶ ἀγανακτοῦντες ἐκέλευον ὀνομάζειν ἐγγυητήν, ὡς οὐκ ἂν εὑρόντος,2 θορυβουμένου τοῦ ἀνθρώπου καὶ ἀναχωροῦντος, ἑστὼς ὁ Ἀλκιβιάδης ἄπωθεν πρὸς τοὺς ἄρχοντας, ἐμὲ γράψατʼ, ἔφη, ἐμὸς φίλος ἐστίν, ἐγγυῶμαι. ταῦτʼ ἀκούσαντες οἱ τελῶναι ἐξηπορήθησαν. εἰωθότες γὰρ ἀεὶ ταῖς δευτέραις ὠναῖς χρεωλυτεῖν τὰς πρώτας,3 οὐχ ἑώρων ἀπαλλαγὴν αὑτοῖς οὖσαν τοῦ πράγματος. ἐδέοντο δὴ τοῦ ἀνθρώπου ἀργύριον διδόντες· ὁ δʼ Ἀλκιβιάδης οὐκ εἴα λαβεῖν ἔλαττον ταλάντου. διδόντων δὲ τὸ τάλαντον ἐκέλευσεν ἀποστῆναι λαβόντα. κἀκεῖνον μὲν οὕτως ὠφέλησεν.
那人因包税额高达数塔兰同而恳求免除,阿尔西比亚德斯却威胁说若不照办就要对他施以鞭刑;因为他碰巧与包税人们有些私怨。次日清晨,这名居留外邦人来到广场,在包税报价上加了一塔兰同。包税人们聚成一团,群情激愤,认定他绝找不到担保人,便喝令他指明担保人;就在那人张皇失措、步步退缩之际,站在远处的阿尔西比亚德斯朝执政官们高声说道: “登记我的名字,”他说,“他是我的朋友,我来担保。” 包税人们听到这话,顿时不知所措;因为他们向来习惯用后面的包税收入来偿还前面的欠款,此时眼看自己毫无脱身之策。他们于是拿出金钱央求那人;阿尔西比亚德斯却不准他收下少于一塔兰同的数目。待他们交出一塔兰同,他才命令那人收下银钱并退出竞价。他便是以这种方式使那人获益的。
- 5.1πλὴν ἕνα μετοικικὸν ἄνθρωπον
由兼具连词与介词功能的 πλὴν 引导的宾格短语。它统领一系列分词(κεκτημένον, ἀποδόμενον, προσφέροντα, δεόμενον)并置于句首,提前充当随后主要动词 ἐκάλεσεν 的直接宾语。
- 5.2ὡς οὐκ ἂν εὑρόντος
属格绝对结构(逻辑主语为前文的 μέτοικος)。连词 ὡς 表示包税人们的主观看法与动机;而与 ἄν 连用的不定过去时分词 εὑρόντος 则代表直接思考中的潜势希求语气 οὐκ ἂν εὕροι(“料定他绝找不出担保人”)。
- 5.3εἰωθότες γὰρ ἀεὶ ταῖς δευτέραις ὠναῖς χρεωλυτεῖν τὰς πρώτας
完成体分词 εἰωθότες 作原因状语分词。与格 ταῖς δευτέραις ὠναῖς 作为手段与格受不定式 χρεωλυτεῖν(“以此后的竞买来清偿债务”)支配,宾格 τὰς πρώτας 则是其宾语(“先前的承包合同之债务”)。
