← 普鲁塔克

阿尔西比亚德斯传

§4.1-4.5

倾心苏格拉底与对其他追求者的傲慢

在众多追求者中,唯有苏格拉底试图保全阿尔西比亚德斯的德行与天资,赢得了这位少年的由衷倾慕;而阿尔西比亚德斯对其他追求者则冷酷傲慢,甚至在阿努托斯的宴席上擅自掠走半数金银酒器。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἤδη δὲ πολλῶν καὶ γενναίων ἀθροιζομένων καὶ περιεπόντων, οἱ μὲν ἄλλοι καταφανεῖς ἦσαν τὴν λαμπρότητα τῆς ὥρας ἐκπεπληγμένοι καὶ θεραπεύοντες, ὁ δὲ Σωκράτους ἔρως μέγα μαρτύριον ἦν τῆς ἀρετῆς καὶ εὐφυΐας τοῦ παιδός, ἣν ἐμφαινομένην τῷ εἴδει καὶ διαλάμπουσαν ἐνορῶν, φοβούμενος δὲ τὸν πλοῦτον καὶ τὸ ἀξίωμα καὶ τὸν προκαταλαμβάνοντα κολακείαις καὶ χάρισιν ἀστῶν καὶ ξένων καὶ συμμάχων ὄχλον, οἷος ἦν ἀμύνειν1 καὶ μὴ περιορᾶν ὡς φυτὸν ἐν ἄνθει τὸν οἰκεῖον καρπὸν ἀποβάλλον καὶ διαφθεῖρον.

当时,已有许多显贵之人聚集并侍奉在他身边,其他人显然都为他青春的美艳所倾倒并奉承讨好他;而苏格拉底的爱慕,则是这少年美德与天赋的明证。苏格拉底看出这些品质在他的外貌中显现并焕发光芒,又担忧他的财富、地位以及用谄媚和恩惠争先拉拢他的市民、外邦人与盟友的拥挤人群,因而决心守护他,不愿坐视他如同一株正在开花之树那样抛弃并败坏其本应结出的果实。

§4.2

οὐδένα γὰρ ἡ τύχη περιέσχεν ἔξωθεν καὶ περιέφραξε τοῖς λεγομένοις ἀγαθοῖς τοσοῦτον ὥστʼ ἄτρωτον ὑπὸ φιλοσοφίας γενέσθαι, καὶ λόγοις ἀπρόσιτον παρρησίαν καὶ δηγμὸν ἔχουσιν· ὡς Ἀλκιβιάδης εὐθὺς ἐξ ἀρχῆς θρυπτόμενος καὶ ἀποκλειόμενος ὑπὸ τῶν πρὸς χάριν ἐξομιλούντων εἰσακοῦσαι τοῦ νουθετοῦντος καὶ παιδεύοντος,2 ὅμως ὑπʼ εὐφυΐας ἐγνώρισε Σωκράτη καὶ προσήκατο, διασχὼν τοὺς πλουσίους καὶ ἐνδόξους ἐραστάς.

因为命运从未曾用所谓的善物从外部将任何人这般团团围住和筑墙固守,以至于让他对哲学刀枪不入,无法让带有直率与刺痛力量的言辞近身。因此,阿尔西比亚德斯尽管从一开始就娇生惯养,并被那些为了取悦而与他交往的人所阻拦,听不进规劝和教导者的话,却仍凭借天生的慧根认出了苏格拉底并接纳了他,抛开了那些富有而显赫的追求者。

§4.3

ταχὺ δὲ ποιησάμενος συνήθη, καὶ λόγων ἀκούσας οὐχ ἡδονὴν ἄνανδρον ἐραστοῦ θηρεύοντος, οὐδὲ φιλημάτων καὶ ψαύσεως προσαιτοῦντος, ἀλλʼ ἐλέγχοντος τὸ σαθρὸν τῆς ψυχῆς αὐτοῦ καὶ πιεζοῦντος τὸν κενὸν καὶ ἀνόητον τῦφον, "ἔπτηξʼ ἀλέκτωρ δοῦλος ὣς κλίνας πτερόν." καὶ τὸ μὲν Σωκράτους ἡγήσατο πρᾶγμα τῷ ὄντι θεῶν ὑπηρεσίαν εἰς νέων ἐπιμέλειαν εἶναι καὶ σωτηρίαν·

他很快与苏格拉底建立了亲密的交往;听到并非猎取追求者那种柔靡之乐、亦非乞求亲吻与触抚,而是揭露他灵魂之败坏、压制其虚妄愚蠢之傲慢〔者〕的言辞,“如屈膝斗败之公鸡,耷垂羽翼而慑服。” 他认定苏格拉底的作为实乃奉侍诸神以关照和拯救青年。

§4.4

καταφρονῶν δʼ αὐτὸς ἑαυτοῦ, θαυμάζων δʼ ἐκεῖνον, ἀγαπῶν δὲ τὴν φιλοφροσύνην, αἰσχυνόμενος δὲ τὴν ἀρετήν, ἐλάνθανεν εἴδωλον ἔρωτος, ὥς φησιν ὁ Πλάτων, ἀντέρωτα κτώμενος,3 ὥστε θαυμάζειν ἅπαντας ὁρῶντας αὐτὸν Σωκράτει μὲν συνδειπνοῦντα καὶ συμπαλαίοντα καὶ συσκηνοῦντα, τοῖς δʼ ἄλλοις ἐρασταῖς χαλεπὸν ὄντα καὶ δυσχείρωτον, ἐνίοις δὲ καὶ παντάπασι σοβαρῶς προσφερόμενον, ὥσπερ Ἀνύτῳ τῷ Ἀνθεμίωνος.

他在鄙视自己之余又景仰对方,喜爱他的温和亲切,敬畏他的美德,正如柏拉图所说,他在不知不觉中获得了爱的幻象——相报之爱;以至于所有人看见他与苏格拉底共餐、共角力、同宿一营,而对其他爱慕者却严苛难驯,对某些人甚至极其傲慢时,无不感到惊异,正如同他对安特米翁之子阿努托斯那样。

§4.5

ἐτύγχανε μὲν γὰρ ἐρῶν τοῦ Ἀλκιβιάδου, ξένους δε τινας ἑστιῶν ἐκάλει κἀκεῖνον ἐπὶ τὸ δεῖπνον. ὁ δὲ τὴν μὲν κλῆσιν ἀπείπατο, μεθυσθεὶς δʼ οἴκοι μετὰ τῶν ἑταίρων ἐκώμασε πρὸς τὸν Ἄνυτον, καὶ ταῖς θύραις ἐπιστὰς τοῦ ἀνδρῶνος καὶ θεασάμενος ἀργυρῶν ἐκπωμάτων καὶ χρυσῶν πλήρεις τὰς τραπέζας, ἐκέλευσε τοὺς παῖδας τὰ ἡμίση λαβόντας οἴκαδε κομίζειν πρὸς αὐτόν, εἰσελθεῖν δʼ οὐκ ἠξίωσεν, ἀλλὰ ταῦτα πράξας ἀπῆλθε. τῶν οὖν ξένων δυσχεραινόντων καὶ λεγόντων ὡς ὑβριστικῶς καὶ ὑπερηφάνως εἴη τῷ Ἀνύτῳ κεχρημένος ὁ Ἀλκιβιάδης, ἐπιεικῶς μὲν οὖν,4 ὁ Ἄνυτος ἔφη, καὶ φιλανθρώπως· ἃ γὰρ ἐξῆν αὐτῷ λαβεῖν ἅπαντα, τούτων ἡμῖν τὰ μέρη καταλέλοιπεν.

阿努托斯当时碰巧钟情于阿尔西比亚德斯,在宴请几位外邦宾客时,便也邀请他赴宴。阿尔西比亚德斯拒绝了邀请,但在家与同伴喝得大醉之后,便狂欢游行到了阿努托斯处;他站在男厅门前,见到桌上摆满了金银酒杯,便命令僮仆取走其中一半运回自己家中,自己甚至不屑入内,做完这些便径自离去。于是宾客们大为愤慨,纷纷指责阿尔西比亚德斯对待阿努托斯竟是何等无礼与傲慢,阿努托斯却说: “正相反,倒是颇为宽厚、 且体贴仁慈的;因为他本可以把全部都拿走,却给我们留下了一部分。”

语法注4 条
  1. 4.1ὁ δὲ Σωκράτους ἔρως μέγα μαρτύριον ἦν τῆς ἀρετῆς καὶ εὐφυΐας τοῦ παιδός, ἣν ἐμφαινομένην τῷ εἴδει καὶ διαλάμπουσαν ἐνορῶν, φοβούμενος δὲ τὸν πλοῦτον καὶ τὸ ἀξίωμα καὶ τὸν προκαταλαμβάνοντα κολακείαις καὶ χάρισιν ἀστῶν καὶ ξένων καὶ συμμάχων ὄχλον, οἷος ἦν ἀμύνειν

    该句语法上的主语起初是 ὁ Σωκράτους ἔρως(“苏格拉底的爱”),但随后承接的阳性单数主格分词 ἐνορῶν、φοβούμενος 以及谓语 οἷος ἦν(“倾向于/有能力”)却直接依据意义指向苏格拉底本人,构成了破格句法(anacoluthon)。

  2. 4.2ἀποκλειόμενος ὑπὸ τῶν πρὸς χάριν ἐξομιλούντων εἰσακοῦσαι τοῦ νουθετοῦντος καὶ παιδεύοντος

    不定式 εἰσακοῦσαι 依赖于被动分词 ἀποκλειόμενος(“被阻隔/被关在门外”),表示“被阻止去聆听”。τοῦ νουθετοῦντος καὶ παιδεύοντος 是定冠词加分词构成的名词化结构,作为支配属格的动词 εἰσακούω 的宾语。

  3. 4.4ἐλάνθανεν εἴδωλον ἔρωτος, ὥς φησιν ὁ Πλάτων, ἀντέρωτα κτώμενος

    λανθάνω 连用分词 κτώμενος 构成的惯用句式,意为“不知不觉中获得了……”。εἴδωλον ἔρωτος(“爱的幻象”)与 ἀντέρωτα(“相报之爱”)皆作 κτώμενος 的宾语,后者对前者作进一步解释说明(同位语关系)。

  4. 4.5ἐπιεικῶς μὲν οὖν

    小词组合 μὲν οὖν 在此起反驳和纠正前言的作用(“正相反 / 倒不如说”),用于反驳方才客人们关于阿尔西比亚德斯举止傲慢的评断。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:4.1-4.5