- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:38.1-38.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在三十人政权的压迫下,雅典民众痛悔当初逐走阿尔基比亚德之失,并寄希望于他的复起;然而三十人政权与斯巴达当局同样对其深感戒惧,促使吕珊德罗斯奉斯巴达本国之命决意将其铲除。
Ἀθηναῖοι δὲ χαλεπῶς μὲν ἔφερον καὶ τῆς ἡγεμονίας ἀποστερηθέντες· ἐπεὶ δὲ καὶ τὴν ἐλευθερίαν ἀφελόμενος αὐτῶν ὁ Λύσανδρος ἀνδράσι τριάκοντα παρέδωκε τὴν πόλιν, οἷς οὐκ ἐχρήσαντο σώζεσθαι δυνάμενοι λογισμοῖς,1 ἀπολωλότων ἤδη τῶν πραγμάτων, συνίεσαν, ὀλοφυρόμενοι καὶ διεξιόντες τὰς ἁμαρτίας αὑτῶν καὶ ἀγνοίας, ὧν μεγίστην ἐποιοῦντο τὴν δευτέραν πρὸς Ἀλκιβιάδην ὀργήν.
雅典人失去霸权本已深感痛苦;而当吕珊德罗斯又夺去他们的自由,将城邦交托给三十人统治时,在大局已倾之际,他们才领悟到当初尚能自救时未能采纳的谋略,哀叹并历数自己的过失与愚昧,其中他们认为最严重的一条,便是对阿尔基比亚德的第二次发怒。
ἀπερρίφη γὰρ οὐδὲν ἀδικῶν αὐτός, ἀλλʼ ὑπηρέτῃ χαλεπήναντες ὀλίγας ἀποβαλόντι ναῦς αἰσχρῶς, αἴσχιον αὐτοὶ τὸν κράτιστον καὶ πολεμικώτατον ἀφείλοντο τῆς πόλεως στρατηγόν. ἔτι δʼ οὖν ὅμως ἐκ τῶν παρόντων ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ μὴ παντάπασιν ἔρρειν τὰ πράγματα2 τῶν Ἀθηναίων Ἀλκιβιάδου περιόντος· οὔτε γὰρ πρότερον ἠγάπησε φεύγων ἀπραγμόνως ζῆν καὶ μεθʼ ἡσυχίας, οὔτε νῦν, εἰ τὰ καθʼ ἑαυτὸν ἱκανῶς ἔχει, περιόψεται Λακεδαιμονίους ὑβρίζοντας καὶ τοὺς τριάκοντα παροινοῦντας.
因为他本人并未犯任何过错却遭罢黜;他们仅仅为一个属下可耻地损失了几艘战船而大发雷霆,自己却更加可耻地剥夺了城邦最强有力、最善战的将领。然而即便如此,在眼前的处境中,依然升起了一丝隐约的希望,以为只要阿尔基比亚德尚在人世,雅典人的事业就绝不致全盘倾覆;因为他从前在流亡中就不甘于无所作为、安度宁静岁月,如今倘若自身处境有了充分着落,也绝不会坐视斯巴达人的骄横跋扈以及三十人政权的肆意妄为。
ταῦτα δʼ οὐκ ἦν ἄλογον οὕτως ὀνειροπολεῖν τοὺς πολλούς, ὁπότε καὶ τοῖς τριάκοντα φροντίζειν ἐπῄει καὶ διαπυνθάνεσθαι καὶ λόγον ἔχειν πλεῖστον ὧν ἐκεῖνος ἔπραττε καὶ διενοεῖτο. τέλος δὲ Κριτίας ἐδίδασκε Λύσανδρον ὡς Ἀθηναίων οὐκ ἔστι δημοκρατουμένων ἀσφαλῶς ἄρχειν Λακεδαιμονίοις τῆς Ἑλλάδος· Ἀθηναίους δέ, κἂν πρᾴως πάνυ καὶ καλῶς πρὸς ὀλιγαρχίαν ἔχωσιν, οὐκ ἐάσει ζῶν Ἀλκιβιάδης ἀτρεμεῖν ἐπὶ τῶν καθεστώτων. οὐ μὴν ἐπείσθη γε πρότερον τούτοις ὁ Λύσανδρος ἢ παρὰ τῶν οἴκοι τελῶν σκυτάλην ἐλθεῖν3 κελεύουσαν ἐκ ποδῶν ποιήσασθαι τὸν Ἀλκιβιάδην, εἴτε κἀκείνων φοβηθέντων τὴν ὀξύτητα καὶ μεγαλοπραγμοσύνην τοῦ ἀνδρός, εἴτε τῷ Ἄγιδι χαριζομένων.
民众抱有这般幻想并非毫无道理,因为就连三十人政权本身也开始焦灼不安,四处探听并极度关切他正在做些什么和打算做些什么。最终,克里提亚斯向吕珊德罗斯极力进言,称只要雅典人处于民主政体之下,斯巴达人就绝不可能安然统治希腊;而且即使雅典人对寡头政体表现得极为温顺恭从,阿尔基比亚德只要活着,就绝不会容许他们安于既定体制。不过,直到本土政要传来密棒文书命他除掉阿尔基比亚德,吕珊德罗斯才被说动,这或者是因本土掌权者同样惧怕此人敏捷果决且好谋大局的本性,或者是在讨好阿吉斯。
- 38.1οἷς οὐκ ἐχρήσαντο σώζεσθαι δυνάμενοι λογισμοῖς
先行词被吸收入关系从句(先行词同化/倒装)的句法现象。名词 λογισμοῖς 顺应了关系代词 οἷς 的与格,在逻辑上充当主句动词 συνίεσαν 的宾语,结构相当于 συνίεσαν (τούτους τοὺς) λογισμούς, οἷς οὐκ ἐχρήσαντο(他们领悟到了当初能够自救时未能采纳的谋略)。
- 38.2ἀνέφερέ τις ἐλπὶς ἀμυδρὰ μὴ παντάπασιν ἔρρειν τὰ πράγματα
动词 ἀναφέρω 作不及物动词使用(“苏醒”、“升起”),主语为 τις ἐλπὶς ἀμυδρά(一丝隐约的希望)。名词 ἐλπίς 之后跟带有否定词 μή 的不定式(μὴ ... ἔρρειν),属于希腊语中表示期待或担忧时接否定不定式的典型用法,意为“(雅典人的事业)并非彻底覆灭”。
- 38.4οὐ μὴν ἐπείσθη γε πρότερον τούτοις ὁ Λύσανδρος ἢ παρὰ τῶν οἴκοι τελῶν σκυτάλην ἐλθεῖν
带否定的 πρότερον ... ἤ + 不定式结构(“在……之前不……”即“直到……才……”)。ἤ 引导对格加不定式结构(σκυτάλην ἐλθεῖν),表示直到本土官员送来秘密发令木简,吕珊德罗斯才被这些谏言说动。
