← 普鲁塔克

阿尔西比亚德斯传

§39.1-39.5

阿尔基比亚德在弗里吉亚遇刺与安葬

奉吕珊德罗斯之命,法尔纳巴佐斯的部下包围并焚毁了阿尔基比亚德在弗里吉亚的住所,并以投射武器击杀了冲出火海的他。蒂曼德拉将其安葬,文中亦附记了关于其因诱拐望族女子遭其兄弟复仇而死的异说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§39.1

ὡς οὖν ὁ Λύσανδρος ἔπεμψε πρὸς τὸν Φαρνάβαζον ταῦτα πράττειν κελεύων, ὁ δὲ Μαγαίῳ τε τῷ ἀδελφῷ καὶ Σουσαμίθρῃ τῷ θείῳ προσέταξε τὸ ἔργον,1 ἔτυχε μὲν ἐν κώμῃ τινὶ τῆς Φρυγίας ὁ Ἀλκιβιάδης τότε διαιτώμενος, ἔχων Τιμάνδραν μεθʼ αὑτοῦ τὴν ἑταίραν, ὄψιν δὲ κατὰ τοὺς ὕπνους εἶδε τοιαύτην· ἐδόκει περικεῖσθαι μὲν αὐτὸς τὴν ἐσθῆτα τῆς ἑταίρας, ἐκείνην δὲ τὴν κεφαλὴν ἐν ταῖς ἀγκάλαις ἔχουσαν αὐτοῦ κοσμεῖν τὸ πρόσωπον2 ὥσπερ γυναικὸς ὑπογράφουσαν καὶ ψιμυθιοῦσαν. ἕτεροι δέ φασιν ἰδεῖν τὴν κεφαλὴν ἀποτέμνοντας αὐτοῦ τοὺς περὶ τὸν Μαγαῖον ἐν τοῖς ὕπνοις καὶ τὸ σῶμα καιόμενον. ἀλλὰ τὴν μὲν ὄψιν οὐ πολὺ γενέσθαι λέγουσι πρὸ τῆς τελευτῆς. οἱ δὲ πεμφθέντες πρὸς αὐτὸν οὐκ ἐτόλμησαν εἰσελθεῖν, ἀλλὰ κύκλῳ τὴν οἰκίαν περιστάντες ἐνεπίμπρασαν.

于是,当吕珊德罗斯派遣使节前往法尔纳巴佐斯处命其执行此事,而后者又将此任务指派给兄弟马盖奥斯和叔父苏萨米特拉斯时,阿尔基比亚德正寄居在弗里吉亚的一个村庄里,身旁伴着艺妓蒂曼德拉;在睡梦中他见到了这般景象: 他似乎自己身穿那艺妓的衣服,而她把他的头抱在怀中,为他画眼涂粉,如给妇人一般修饰着面容。另有人则说,他在梦中见到马盖奥斯一行人割下了他的头颅,而他的躯体正在燃烧。但人们说,这一幻象发生在他去世前不久。 被派来对付他的人不敢破门而入,便将房屋四面团团围住并纵火焚烧。

§39.3

αἰσθόμενος δʼ ὁ Ἀλκιβιάδης τῶν μὲν ἱματίων τὰ πλεῖστα καὶ τῶν στρωμάτων συναγαγὼν ἐπέρριψε τῷ πυρί, τῇ δʼ ἀριστερᾷ χειρὶ τὴν ἑαυτοῦ χλαμύδα περιελίξας, τῇ δεξιᾷ σπασάμενος τὸ ἐγχειρίδιον ἐξέπεσεν ἀπαθὴς ὑπὸ τοῦ πυρὸς πρὶν ἢ διαφλέγεσθαι τὰ ἱμάτια, καὶ τοὺς βαρβάρους ὀφθεὶς διεσκέδασεν. οὐδεὶς γὰρ ὑπέμεινεν αὐτὸν οὐδʼ εἰς χεῖρας συνῆλθεν, ἀλλʼ ἀποστάντες ἔβαλλον ἀκοντίοις καὶ τοξεύμασιν.

阿尔基比亚德察觉后,将大部分外衣和铺盖收集起来抛在火上;他把自己的斗篷缠在左手上,右手拔出短剑,在衣物烧透之前毫发无伤地从火中跃出,一现身便惊散了那些异族人。因为没有一个人敢迎面迎击他,也不敢与他近身交锋,而是远远站着,用标枪和箭矢向他射击。

§39.4

οὕτω δʼ αὐτοῦ πεσόντος καὶ τῶν βαρβάρων ἀπελθόντων, ἡ Τιμάνδρα τὸν νεκρὸν ἀνείλετο, καὶ τοῖς αὑτῆς περιβαλοῦσα καὶ περικαλύψασα χιτωνίσκοις, ἐκ τῶν παρόντων3 ἐκήδευσε λαμπρῶς καὶ φιλοτίμως. ταύτης λέγουσι θυγατέρα γενέσθαι Λαΐδα τὴν Κορινθίαν μὲν προσαγορευθεῖσαν, ἐκ δὲ Ὑκκάρων, Σικελικοῦ πολίσματος, αἰχμάλωτον γενομένην.

待他这般倒下且异族人离去之后,蒂曼德拉收敛了尸身,用自己的内衣将他包裹覆盖,在现有条件所能允许的范围内,极为体面而尽心竭力地将他安葬。 人们说,那位被称为“科林斯人”却实为西西里小城许卡拉战俘的莱丝,便是这女子的女儿。

§39.5

ἔνιοι δὲ τὰ μὲν ἄλλα περὶ τῆς Ἀλκιβιάδου τελευτῆς ὁμολογοῦσι τούτοις, αἰτίαν δέ φασιν οὐ Φαρνάβαζον οὐδὲ Λύσανδρον οὐδὲ Λακεδαιμονίους παρασχεῖν, αὐτὸν δὲ τὸν Ἀλκιβιάδην γνωρίμων τινῶν διεφθαρκότα γύναιον ἔχειν σὺν αὑτῷ, τοὺς δʼ ἀδελφοὺς τοῦ γυναίου τὴν ὕβριν οὐ μετρίως φέροντας ἐμπρῆσαί τε τὴν οἰκίαν νύκτωρ, ἐν ᾗ διαιτώμενος ἐτύγχανεν ὁ Ἀλκιβιάδης, καὶ καταβαλεῖν αὐτόν, ὥσπερ εἴρηται, διὰ τοῦ πυρὸς ἐξαλλόμενον.

另有些人关于阿尔基比亚德之死的其余细节与上述记载相符,却称祸端既非由法尔纳巴佐斯亦非由吕珊德罗斯或斯巴达人所致,而是因阿尔基比亚德本人诱拐了一位望族女子与己同居;那女子的兄弟们不堪此等奇耻大辱,便在夜间纵火点燃了阿尔基比亚德寄居的房屋,并在他如前所述跳出烈火时将他击杀。

语法注3 条
  1. 39.1ὁ δὲ Μαγαίῳ τε τῷ ἀδελφῷ καὶ Σουσαμίθρῃ τῷ θείῳ προσέταξε τὸ ἔργον

    在由 ὡς 引导的时间状语从句(ὡς οὖν ὁ Λύσανδρος ἔπεμψε...)之后,ὁ δὲ ... προσέταξε 中的 ὁ δέ 指法尔纳巴佐斯,此分句仍受 ὡς 统辖而与前一时间从句并列,ὁ δέ 用于标示主语的转换;全句的主句始于随后的 ἔτυχε μὲν ... ὁ Ἀλκιβιάδης τότε διαιτώμενος ... ὄψιν δὲ ... εἶδε。

  2. 39.2ἐδόκει περικεῖσθαι μὲν αὐτὸς τὴν ἐσθῆτα τῆς ἑταίρας, ἐκείνην δὲ τὴν κεφαλὴν ἐν ταῖς ἀγκάλαις ἔχουσαν αὐτοῦ κοσμεῖν τὸ πρόσωπον

    ἐδόκει 在前半句中采用主格人称构式(αὐτὸς περικεῖσθαι,意为“他自己似乎穿着……”),而在由 μέν ... δέ 对应的后半句中则转换为“宾格加不定式”结构(ἐκείνην ... κοσμεῖν)。这种句式转换(破格/anacoluthon)在语意上仍均受 ἐδόκει 统辖。

  3. 39.4ἐκ τῶν παρόντων

    惯用介词短语,意为“根据现有的条件/就手头所能提供的资源而言”。它修饰副词 λαμπρῶς καὶ φιλοτίμως,说明蒂曼德拉在流亡避难且遭遇突发变故的有限条件下,尽可能体面而尽心地完成了安葬。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:39.1-39.5