- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:37.1-37.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
雅典将领们拒绝了阿尔基比亚德的建言,随后雅典舰队在羊河战役中被吕珊德罗斯彻底摧毁。局势突变后,阿尔基比亚德逃往比提尼亚,后又前往弗里吉亚投奔法尔纳巴佐斯,意图上行朝觐波斯王。
ταῦτα δὲ λέγοντος τοῦ Ἀλκιβιάδου, καὶ παραινοῦντος εἰς Σηστὸν μεθορμίσαι τὸν στόλον, οὐ προσεῖχον οἱ στρατηγοί· Τυδεὺς δὲ καὶ πρὸς ὕβριν ἐκέλευσεν ἀποχωρεῖν, οὐ γὰρ ἐκεῖνον, ἀλλʼ ἑτέρους στρατηγεῖν. ὁ δʼ Ἀλκιβιάδης ὑπονοήσας τι καὶ προδοσίας ἐν αὐτοῖς ἀπῄει, καὶ τοῖς προπέμπουσι τῶν ἀπὸ τοῦ στρατοπέδου γνωρίμων ἔλεγεν ὅτι μὴ προπηλακισθεὶς οὕτως ὑπὸ τῶν στρατηγῶν ὀλίγαις ἂν ἡμέραις ἠνάγκασε1 Λακεδαιμονίους διαναυμαχεῖν αὐτοῖς ἄκοντας ἢ τὰς ναῦς ἀπολιπεῖν.
尽管阿尔基比亚德陈述了这些利害,并劝告他们将舰队移往塞斯托斯,但将领们毫不理会;堤丢斯甚至傲慢无礼地命令他走开,声称身为主帅的是其他人而非阿尔基比亚德。阿尔基比亚德怀疑他们之中甚至怀有叛意,便离去了;他对军营中前来送行的熟人们说,若非受到将领们如此侮辱,他只需数日便能迫使斯巴达人违背心愿进行海战,或是弃船而逃。
ἐδόκει δὲ τοῖς μὲν ἀλαζονεύεσθαι, τοῖς δʼ εἰκότα λέγειν, εἰ Θρᾷκας ἐκ γῆς ἐπαγαγὼν πολλοὺς ἀκοντιστὰς καὶ ἱππεῖς προσμάχοιτο καὶ διαταράττοι2 τὸ στρατόπεδον αὐτῶν. ὅτι μέντοι τὰς ἁμαρτίας τῶν Ἀθηναίων ὀρθῶς συνεῖδε, ταχὺ τὸ ἔργον ἐμαρτύρησεν. ἄφνω γὰρ αὐτοῖς καὶ ἀπροσδοκήτως τοῦ Λυσάνδρου προσπεσόντος, ὀκτὼ μόναι τριήρεις ἐξέφυγον μετὰ Κόνωνος, αἱ δʼ ἄλλαι μικρὸν ἀπολείπουσαι διακοσίων ἀπήχθησαν αἰχμάλωτοι.
在某些人看来他是在夸口吹嘘,但另一些人则认为言之成理——若是他能从陆路上引来大批色雷斯标枪兵和骑兵去突袭并扰乱敌军营地的话。然而,事态的发展很快证明他确已洞见雅典人的失误。因为吕珊德罗斯出其不意、猝不及防地发动突袭,只有八艘三层桨战船随科农逃脱,其余近二百艘战船全被俘获拖走。
τῶν δʼ ἀνθρώπων τρισχιλίους ἑλὼν ζῶντας ἀπέσφαξεν ὁ Λύσανδρος. ἔλαβε δὲ καὶ τὰς Ἀθήνας ὀλίγῳ χρόνῳ καὶ τὰς ναῦς ἐνέπρησε καὶ τὰ μακρὰ τείχη καθεῖλεν. ἐκ δὲ τούτου φοβηθεὶς ὁ Ἀλκιβιάδης ἄρχοντας ἤδη καὶ γῆς καὶ θαλάττης τοὺς Λακεδαιμονίους εἰς Βιθυνίαν μετέστη, πολλὰ μὲν ἄγων χρήματα, πολλὰ δὲ κομίζων, ἔτι δὲ πλείω καταλιπὼν ἐν οἷς ᾤκει τείχεσιν.
吕珊德罗斯还将俘获的三千生口尽数屠戮。不久,他又攻占了雅典,焚毁了战船,拆毁了长墙。自此,阿尔基比亚德惧于斯巴达人如今已兼霸陆海,便移居比提尼亚,他随身带走了许多财物,又运走了许多,而在原先居住的堡垒中留下了更多。
ἐν δὲ Βιθυνίᾳ πάλιν οὐκ ὀλίγα τῶν ἰδίων ἀπολέσας καὶ περικοπεὶς ὑπὸ τῶν ἐκεῖ Θρᾳκῶν, ἔγνω μὲν ἀναβαίνειν πρὸς Ἀρταξέρξην, ἑαυτόν τε μὴ χείρονα Θεμιστοκλέους πειρωμένῳ βασιλεῖ3 φανεῖσθαι νομίζων, καὶ κρείττονα τὴν πρόφασιν· οὐ γὰρ ἐπὶ τοὺς πολίτας, ὡς ἐκεῖνον, ἀλλʼ ὑπὲρ τῆς πατρίδος ἐπὶ τοὺς πολεμίους ὑπουργήσειν καὶ δεήσεσθαι τῆς βασιλέως δυνάμεως· εὐπορίαν δὲ τῆς ἀνόδου μετὰ ἀσφαλείας μάλιστα Φαρνάβαζον οἰόμενος παρέξειν, ᾤχετο πρὸς αὐτὸν εἰς Φρυγίαν, καὶ συνδιῆγε θεραπεύων ἅμα καὶ τιμώμενος.
然而在比提尼亚,他又被当地的色雷斯人劫掠,损失了相当可观的个人财产,于是决意上溯去投奔阿尔塔薛西斯;他认为波斯王若加以试用,便会看出自己绝不下于地米斯托克利,而且自己的理由更加光明正大:因为他并非如地米斯托克利那样去反对自己的同胞,而是为了祖国去对抗仇敌,以此向波斯王效劳并求取其兵力。他又料想法尔纳巴佐斯最能为他提供安全上行的便利,便前往弗里吉亚投奔他,与他共同生活,一边侍奉讨好他,一边也受其敬重。
- 37.1μὴ προπηλακισθεὶς οὕτως ὑπὸ τῶν στρατηγῶν ὀλίγαις ἂν ἡμέραις ἠνάγκασε
分词 μὴ προπηλακισθείς 代替了与过去事实相反的虚拟条件句从句(相当于 εἰ μὴ προεπηλακίσθη)。否定词采用 μή 正是因为该分词带有条件含义,并与主句的 ἄν 加不定过去时直陈式(ἠνάγκασε)相呼应,构成过去与事实相反的假设与推论(“若非受到侮辱,本已迫使……”)。
- 37.2εἰ Θρᾷκας ἐκ γῆς ἐπαγαγὼν πολλοὺς ἀκοντιστὰς καὶ ἱππεῖς προσμάχοιτο καὶ διαταράττοι
间接引语中的条件从句。动词 προσμάχοιτο 与 διαταράττοι 使用祈愿语气,是由于主句动词 ἐδόκει 为过去时态而产生的斜法祈愿式(optativus obliquus),转述了阿尔基比亚德所陈述或人们所设想的条件内容(若在直接引语中则为 ἐὰν ... προσμάχηται 或 εἰ ... προσμάχοιτο)。
- 37.4πειρωμένῳ βασιλεῖ
与格 πειρωμένῳ βασιλεῖ 依附于 φανεῖσθαι,作“评断的与格”(或关涉与格)。分词 πειρωμένῳ 带有条件或限制含义(“在国王加以试探的情形下/若国王亲自试验”,相当于 εἰ πειρῷτο)。
