← 普鲁塔克

阿尔西比亚德斯传

§36.1-36.5

阿尔基比亚德被解职与羊河之危的警告

海军失利后,特拉叙布洛斯在雅典指控阿尔基比亚德,导致雅典人另选将领,阿尔基比亚德遂离开军营前往色雷斯开展独立军事行动。看到新任雅典将领在羊河防备松懈,阿尔基比亚德亲自前往警告其阵势的危险。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

τῶν δὲ μισούντων τὸν Ἀλκιβιάδην ἐν τῷ στρατοπέδῳ Θρασύβουλος ὁ Θράσωνος ἐχθρὸς ὢν ἀπῆρεν εἰς Ἀθήνας κατηγορήσων. καὶ τοὺς ἐκεῖ παροξύνας ἔλεγε πρὸς τὸν δῆμον ὡς Ἀλκιβιάδης διέφθαρκε τὰ πράγματα καὶ τὰς ναῦς ἀπολώλεκεν, ἐντρυφῶν τῇ ἀρχῇ καὶ παραδιδοὺς τὴν στρατηγίαν ἀνθρώποις ἐκ πότων καὶ ναυτικῆς σπερμολογίας δυναμένοις παρʼ αὐτῷ μέγιστον,1 ὅπως αὐτὸς ἐπʼ ἀδείας χρηματίζηται περιπλέων καὶ ἀκολασταίνῃ μεθυσκόμενος καὶ συνὼν ἑταίραις Ἀβυδηναῖς καὶ Ἰωνίσιν, ἐφορμούντων διʼ ὀλίγου τῶν πολεμίων. ἐνεκάλουν δʼ αὐτῷ καὶ τὴν τῶν τειχῶν κατασκευήν, ἃ κατεσκεύασεν ἐν Θρᾴκῃ περὶ Βισάνθην αὑτῷ καταφυγὴν ὡς ἐν τῇ πατρίδι μὴ δυνάμενος βιοῦν ἢ μὴ βουλόμενος.

在军营中怨恨阿尔基比亚德的人当中,他的仇敌、特拉松之子特拉叙布洛斯启航前往雅典提起控告。他煽动那里的民众,向公民大会宣称,阿尔基比亚德滥用权力,将将领职责托付给那些靠着酒宴和水手的粗鄙闲扯而在他身旁获得极大权势的人,败坏了国事并葬送了战船;其目的乃是在敌军就在近处驻泊监视之际,他自己好安然自得地四处游弋敛财,并在醉酒中纵欲,与来自阿比多斯和爱奥尼亚的交际花厮混。人们还就他在色雷斯比桑特一带建造堡垒作为自己的避难所一事指责他,仿佛他不能或不愿在祖国生活一般。

§36.3

οἱ δʼ Ἀθηναῖοι πεισθέντες ἑτέρους εἵλοντο στρατηγούς, ἐνδεικνύμενοι τὴν πρὸς ἐκεῖνον ὀργὴν καὶ κακόνοιαν. ἃ δὴ πυνθανόμενος ὁ Ἀλκιβιάδης καὶ δεδοικὼς ἀπῆλθεν ἐκ τοῦ στρατοπέδου παντάπασι, καὶ συναγαγὼν ξένους ἐπολέμει τοῖς ἀβασιλεύτοις Θρᾳξὶν ἰδίᾳ, καὶ πολλὰ χρήματα συνήγαγεν ἀπὸ τῶν ἁλισκομένων, καὶ τοῖς Ἕλλησιν ἅμα τοῖς προσοικοῦσιν ἄδειαν ἀπὸ τῶν βαρβάρων παρεῖχεν.

雅典人听信了这些话,选出了其他将领,借此表明对他的愤怒与敌意。阿尔基比亚德获悉此事并心存恐惧,便彻底离开了军营;他招募雇佣军,私自向无王的独立色雷斯人开战,从战利品中聚敛了巨额财富,同时也为定居在附近的希腊人提供了不受蛮族侵害的安全保障。

§36.4

ἐπεὶ δʼ οἱ περὶ Τυδέα καὶ Μένανδρον καὶ Ἀδείμαντον στρατηγοί,2 πάσας ὁμοῦ τὰς ὑπαρχούσας τότε ναῦς τοῖς Ἀθηναίοις ἔχοντες ἐν Αἰγὸς ποταμοῖς, εἰώθεσαν ἐπιπλεῖν τῷ Λυσάνδρῳ ναυλοχοῦντι περὶ Λάμψακον ἅμʼ ἡμέρᾳ προκαλούμενοι καὶ πάλιν ἀναστρέφειν ὀπίσω καὶ διημερεύειν ἀτάκτως καὶ ἀμελῶς, ἅτε δὴ καταφρονοῦντες, ἐγγὺς ὢν ὁ Ἀλκιβιάδης οὐ περιεῖδεν οὐδʼ ἠμέλησεν, ἀλλʼ ἵππῳ προσελάσας ἐδίδασκε τοὺς στρατηγοὺς ὅτι κακῶς ὁρμοῦσιν ἐν χωρίοις ἀλιμένοις καὶ πόλιν οὐκ ἔχουσιν, ἀλλὰ πόρρωθεν ἐκ Σηστοῦ τὰ ἐπιτήδεια λαμβάνοντες, καὶ περιορῶντες τὸ ναυτικόν,3 ὅταν ἐπὶ τῆς γῆς γένηται, πλανώμενον ὅποι τις θέλοι καὶ διασπειρόμενον, ἀντεφορμοῦντος αὐτοῖς στόλου πρὸς ἐπίταγμα μοναρχικὸν εἰθισμένου σιωπῇ πάντα ποιεῖν.

当堤丢斯、墨南德洛斯和阿得曼托斯等将领把雅典当时拥有的全部战船集结在羊河,习惯于每天破晓时分出航进逼停泊在拉普萨库斯附近的吕珊德罗斯以示挑衅,随后又折返回来,出于轻蔑而漫不经心、毫无纪律地虚度白昼时,身在近处的阿尔基比亚德没有袖手旁观,也没有等闲视之;他策马赶来告诫将领们:他们泊船于无港口亦无城镇之处,须从遥远的塞斯托斯运取给养,并且听任水兵们一旦上岸便随意乱跑、散漫各处,这是极其危险的,尤其是在一支习惯于听从单一指挥、静默无声地执行一切指令的敌方舰队正虎视眈眈地近距离驻泊的情况下。

语法注3 条
  1. 36.1ἐκ πότων καὶ ναυτικῆς σπερμολογίας δυναμένοις παρʼ αὐτῷ μέγιστον

    介词短语 ἐκ πότων καὶ ναυτικῆς σπερμολογίας 表来源或手段,修饰分词 δυναμένοις(“有权势者”)。直译为“通过酒宴与水手的粗俗闲谈而在他身旁获得最大权势的人”,指责像安提奥克斯这样的人并非凭借能力,而是依靠私下的放荡饮宴得到重用。

  2. 36.4οἱ περὶ Τυδέα καὶ Μένανδρον καὶ Ἀδείμαντον στρατηγοί

    成语结构 οἱ περί τινα(“围绕某人的人们/……等人”)与名词 στρατηγοί 结合,意为“堤丢斯、墨南德洛斯、阿得曼托斯等将领”。这种固定表达既包括被指名的主要将领,也涵盖他们的同僚将领群体。

  3. 36.5ἐδίδασκε τοὺς στρατηγοὺς ὅτι κακῶς ὁρμοῦσιν ἐν χωρίοις ἀλιμένοις καὶ πόλιν οὐκ ἔχουσιν, ἀλλὰ πόρρωθεν ἐκ Σηστοῦ τὰ ἐπιτήδεια λαμβάνοντες, καὶ περιορῶντες τὸ ναυτικόν

    从属于主动词 ἐδίδασκε 的 ὅτι 从句的核心句法结构。直陈式动词 ὁρμοῦσιν(“停泊”)之后,并列跟随着分词 λαμβάνοντες(“获取补给”)与 περιορῶντες(“听任/纵容”),详细列举其布阵的种种致命缺陷。句末的独立属格 ἀντεφορμοῦντος αὐτοῖς στόλου 则构成了敌军舰队虎视眈眈的危险背景对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:36.1-36.5