- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:35.1-35.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
由于权贵害怕阿尔基比亚德建立僭主统治而催促其尽早出航,他过高的声望反而使任何挫折都沦为被怀疑的借口;当他离营筹资时,副将安提奥克斯违令交战遭致惨败。
αὐτὸς μὲν οὖν ἐκεῖνος ἣν εἶχε διάνοιαν περὶ τῆς τυραννίδος ἄδηλόν ἐστιν· οἱ δὲ δυνατώτατοι τῶν πολιτῶν φοβηθέντες ἐσπούδασαν αὐτὸν ἐκπλεῦσαι τὴν ταχίστην, τά τʼ ἄλλα ψηφισάμενοι καὶ συνάρχοντας οὓς ἐκεῖνος ἠθέλησεν. ἐκπλεύσας δὲ ταῖς ἑκατὸν ναυσὶ καὶ προσβαλὼν Ἄνδρῳ, μάχῃ μὲν ἐκράτησεν αὐτῶν καὶ Λακεδαιμονίων ὅσοι παρῆσαν, οὐχ εἷλε δὲ τὴν πόλιν, ἀλλὰ τοῦτο τῶν καινῶν ἐγκλημάτων πρῶτον ὑπῆρξε κατʼ αὐτοῦ τοῖς ἐχθροῖς.
至于阿尔基比亚德本人对僭主统治抱有怎样的企图,尚不清楚;然而最有权势的公民们心怀畏惧,急于让他尽快启航,不仅表决通过了其他各项事务,还准予了他所希望的同僚将领。他率领这一百艘战船出航并进攻安德罗斯岛,在陆战中虽然击败了安德罗斯人以及在场的拉刻代蒙人,却未能攻克该城,而这便成了敌人对他提出新指控的开端。
ἔοικε δʼ, εἴ τις ἄλλος, ὑπὸ τῆς αὑτοῦ δόξης καταλυθῆναι καὶ Ἀλκιβιάδης. μεγάλη γὰρ οὖσα καὶ τόλμης καὶ συνέσεως γέμουσα ἀφʼ ὧν κατώρθωσεν, ὕποπτον αὐτοῦ τὸ ἐλλεῖπον, ὡς οὐ σπουδάσαντος, ἀπιστίᾳ τοῦ μὴ δυνηθῆναι παρεῖχε·1 σπουδάσαντα γὰρ οὐδὲν ἂν διαφυγεῖν.2 ἤλπιζον δὲ καὶ Χίους ἑαλωκότας ἀκούσεσθαι καὶ τὴν ἄλλην Ἰωνίαν.
阿尔基比亚德似乎也比任何人都更是毁于自己的声誉。因为他的声誉因其过往的成功而无比崇高且充满了果敢与智慧,以至于人们出于对他不可能无能为力的确信,反倒怀疑他在未达目标之处是因为没有尽心竭力;因为人们深信,只要他尽力,便没有什么能逃脱他的掌握。事实上,他们甚至期待着听到希俄斯以及整个爱奥尼亚其他地区沦陷的消息。
ὅθεν ἠγανάκτουν μὴ ταχὺ πάντα μηδʼ εὐθέως, ὡς ἐβούλοντο, πυνθανόμενοι διαπεπραγμένον, οὐχ ὑπολογιζόμενοι τὴν ἀχρηματίαν, ἀφʼ ἧς πολεμῶν πρὸς ἀνθρώπους βασιλέα μέγαν χορηγὸν ἔχοντας ἠναγκάζετο πολλάκις ἐκπλέων καὶ ἀπολείπων τὸ στρατόπεδον μισθοὺς καὶ τροφὰς πορίζειν. καὶ γὰρ τὸ τελευταῖον ἔγκλημα διὰ ταύτην ἔλαβε τὴν αἰτίαν.
因此,当他们得知事情并没有如他们所愿地迅速且立刻全部完成时,便大为愤慨,全然不体谅他的资金匮乏;正因缺钱,他在与拥有大王作为金主的敌人作战时,不得不屡屡率舰离开营地去筹措军饷与粮草。事实上,最后一项指控也正是由这一原因引起的。
Λυσάνδρου γὰρ ἐπὶ τὴν ναυαρχίαν ἀποσταλέντος ὑπὸ Λακεδαιμονίων, καὶ τετρώβολον ἀντὶ τριωβόλου τῷ ναύτῃ διδόντος ἐξ ὧν ἔλαβε παρὰ Κύρου χρημάτων, αὐτὸς ἤδη γλίσχρως χορηγῶν καὶ τὸ τριώβολον ἀπῆρεν ἀργυρολογήσων ἐπὶ Καρίας. ὁ δʼ ἀπολειφθεὶς ἐπὶ τῶν νεῶν ἐπιμελητὴς Ἀντίοχος ἀγαθὸς μὲν ἦν κυβερνήτης, ἀνόητος δὲ τἆλλα καὶ φορτικός·
原来,当吕珊德罗斯被拉刻代蒙人派任舰队统帅、用从居鲁士那里得到的金钱给每名水手发放四奥波尔而非三奥波尔时,阿尔基比亚德甚至连发放三奥波尔都已捉襟见肘,不得不启航前往卡里亚筹集资金。而留守负责船队的监督官安提奥克斯虽是一个优秀的舵手,在其他方面却愚蠢且下流。
ἔχων δὲ πρόσταγμα παρὰ τοῦ Ἀλκιβιάδου μηδʼ ἂν ἐπιπλέωσιν οἱ πολέμιοι διαναυμαχεῖν,3 οὕτως ἐξύβρισε καὶ κατεφρόνησεν ὥστε τὴν αὑτοῦ πληρωσάμενος τριήρη καὶ τῶν ἄλλων μίαν ἐπιπλεῦσαι τῇ Ἐφέσῳ καὶ παρὰ τὰς πρῴρας τῶν πολεμίων νεῶν πολλὰ καὶ πράττων καὶ φθεγγόμενος ἀκόλαστα καὶ βωμολόχα παρεξελαύνειν.
尽管他持有阿尔基比亚德的严令,即便敌军进逼也不得交战,他却傲慢专横到了如此地步,竟给自己的三列桨座战船和另一艘战船配齐人员,向以弗所进发,并在敌方舰船的船首前驶过,口出狂言,做出许多放肆下流的举动。
τὸ μὲν οὖν πρῶτον Λύσανδρος ὀλίγαις ναυσὶν ἐπαναχθεὶς ἐδίωκεν αὐτόν, τῶν δʼ Ἀθηναίων ἐπιβοηθούντων πάσαις ἀναχθεὶς καὶ κρατήσας αὐτόν τε διέφθειρε τὸν Ἀντίοχον καὶ ναῦς ἔλαβε πολλὰς καὶ ἀνθρώπους καὶ τρόπαιον ἔστησεν. ὡς δὲ ταῦτʼ ἤκουσεν ὁ Ἀλκιβιάδης ἐπανελθὼν εἰς Σάμον, ἀνήχθη παντὶ τῷ στόλῳ καὶ προὐκαλεῖτο τὸν Λύσανδρον. ὁ δʼ ἠγάπα νενικηκὼς καὶ οὐκ ἀντανήγετο.
起初,吕珊德罗斯只派出少数战船出击追赶他;但当雅典军队前来增援时,吕珊德罗斯便率全军出击并大获全胜,不仅杀死了安提奥克斯本人,还俘获了众多战船和人员,并树立了战功纪念碑。阿尔基比亚德返回萨摩斯得知此事后,率领全军出海向吕珊德罗斯挑战;但吕珊德罗斯满足于已取得的胜利,并未出海应战。
- 35.2ὕποπτον αὐτοῦ τὸ ἐλλεῖπον, ὡς οὐ σπουδάσαντος, ἀπιστίᾳ τοῦ μὴ δυνηθῆναι παρεῖχε
在动词 παρεῖχε 的支配下,τὸ ἐλλεῖπον 作直接宾语(αὐτοῦ 为修饰它的属格,“在他身上所欠缺的/未达成的部分”),ὕποπτον 作宾语补足语。ὡς οὐ σπουδάσαντος 表示主观原因(“认定他没有尽力”)。ἀπιστίᾳ 为表示原因的与格,后接带冠词的不定词 τοῦ μὴ δυνηθῆναι 作为宾格性属格(“出于对其无能为力的不信/坚信他不可能做不到”)。
- 35.2σπουδάσαντα γὰρ οὐδὲν ἂν διαφυγεῖν
间接引语中表示过去反事实条件句或潜在条件的结构。οὐδέν 为不定词的主语,宾格分词 σπουδάσαντα(与省略的宾语 αὐτόν 一致)起到了假设条件分词的作用(“只要他尽了力”),ἂν διαφυγεῖν 则是直陈式过去时+ἄν(或希求式+ἄν)在间接引语中转变为不定词的形式。
- 35.5μηδʼ ἂν ἐπιπλέωσιν οἱ πολέμιοι διαναυμαχεῖν
不定词 διαναυμαχεῖν 作名词 πρόσταγμα 的同位语以说明命令的内容;由于表达禁令与指令,使用了否定词 μηδέ。ἂν ἐπιπλέωσιν 是 ἄν (ἐάν) 加上虚拟式构成的让步条件从句(“即使敌军进逼”)。
