- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:34.1-34.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
尽管阿尔基比亚德在不吉的净衣节期间返抵城邦,但他通过率军陆路护送埃勒夫西斯秘仪队伍重振了仪式的威严,由此赢得军民的狂热崇拜并诱发了推举其为僭主的呼声。
οὕτω δὲ τοῦ Ἀλκιβιάδου λαμπρῶς εὐημεροῦντος ὑπέθραττεν ἐνίους ὅμως ὁ τῆς καθόδου καιρός. ᾗ γὰρ ἡμέρᾳ κατέπλευσεν, ἐδρᾶτο τὰ Πλυντήρια τῇ θεῷ. δρῶσι δὲ τὰ ὄργια Πραξιεργίδαι Θαργηλιῶνος ἕκτῃ φθίνοντος ἀπόρρητα, τόν τε κόσμον καθελόντες καὶ τὸ ἕδος κατακαλύψαντες. ὅθεν ἐν ταῖς μάλιστα τῶν ἀποφράδων1 τὴν ἡμέραν ταύτην ἄπρακτον Ἀθηναῖοι νομίζουσιν.
尽管阿尔基比亚德如此光芒四射、春风得意,他归来的时机却依然让某些人感到不安。因为在他驶入港口的那一天,城里正举行奉献给女神的净衣节。普拉克西埃尔戈斯家族于萨尔格利翁月倒数第六天(二十五日)举行这些秘祭,他们取下女神的饰物并遮盖住神像。因此雅典人认为这一天在所有凶日中最为不吉,诸事不宜。
οὐ φιλοφρόνως οὖν οὐδʼ εὐμενῶς ἐδόκει προσδεχομένη τὸν Ἀλκιβιάδην ἡ θεὸς παρακαλύπτεσθαι καὶ ἀπελαύνειν ἑαυτῆς. οὐ μὴν ἀλλὰ πάντων γεγονότων τῷ Ἀλκιβιάδῃ κατὰ γνώμην, καὶ πληρουμένων ἑκατὸν τριήρων αἷς αὖθις ἐκπλεῖν ἔμελλε, φιλοτιμία τις οὐκ ἀγεννὴς προσπεσοῦσα κατέσχεν αὐτὸν ἄχρι μυστηρίων.
于是人们觉得,女神并非亲切或温和地接纳阿尔基比亚德,反倒掩面将他斥退。然而,一切皆顺遂阿尔基比亚德的心意;当他即将再次出航的一百艘三列桨座战船正在加紧装备时,一种并不卑微的雄心袭上心头,将他留滞到举行秘仪之时。
ἀφʼ οὗ γὰρ ἐπετειχίσθη Δεκέλεια καὶ τῶν εἰς Ἐλευσῖνα παρόδων ἐκράτουν οἱ πολέμιοι παρόντες, οὐδένα κόσμον εἶχεν ἡ τελετὴ πεμπομένη κατὰ θάλατταν, ἀλλὰ καὶ θυσίαι καὶ χορεῖαι καὶ πολλὰ τῶν δρωμένων καθʼ ὁδὸν ἱερῶν, ὅταν ἐξελαύνωσι τὸν Ἴακχον, ὑπʼ ἀνάγκης ἐξελείπετο.
原来,自从德克利亚被敌方设防据守、敌人驻军控制了通往埃勒夫西斯的道路以来,经由海路护送的巡游仪式便全无体统;当人们迎出伊阿克科斯神像时,沿途所应举行的祭献、歌舞以及诸多仪式,都被迫尽行废止。
καλὸν οὖν ἐφαίνετο τῷ Ἀλκιβιάδῃ καὶ πρὸς θεῶν ὁσιότητα καὶ πρὸς ἀνθρώπων δόξαν ἀποδοῦναι τὸ πάτριον σχῆμα τοῖς ἱεροῖς, παραπέμψαντα πεζῇ τὴν τελετὴν καὶ δορυφορήσαντα παρὰ τοὺς πολεμίους· ἢ γὰρ ἀτρεμήσαντα κομιδῇ κολούσειν καὶ ταπεινώσειν τὸν Ἆγιν,2 ἢ μάχην ἱερὰν καὶ θεοφιλῆ περὶ τῶν ἁγιωτάτων καὶ μεγίστων ἐν ὄψει τῆς πατρίδος μαχεῖσθαι, καὶ πάντας ἕξειν μάρτυρας τοὺς πολίτας τῆς ἀνδραγαθίας.
因此阿尔基比亚德觉得,若能经由陆路护送巡游队伍、在敌军眼前戒备前进,从而使秘仪恢复其祖传的威仪,这无论在神明前的虔敬还是在世人眼中的声望上,都是极好的举动。因为如果阿吉斯按兵不动,他便能彻底挫败并羞辱阿吉斯;而如果发生交战,他则将在祖国的注视下,为了最神圣、最重大的事业进行一场受神护佑的圣战,并让全体公民见证他的英勇。
ὡς δὲ ταῦτʼ ἔγνω καὶ προεῖπεν Εὐμολπίδαις καὶ Κήρυξι, σκοποὺς μὲν ἐπὶ τῶν ἄκρων ἐκάθισε καὶ προδρόμους τινὰς ἅμʼ ἡμέρᾳ προεξέπεμψεν, ἱερεῖς δὲ καὶ μύστας καὶ μυσταγωγοὺς ἀναλαβὼν καὶ τοῖς ὅπλοις περικαλύψας ἦγεν ἐν κόσμῳ καὶ μετὰ σιωπῆς, θέαμα σεμνὸν καὶ θεοπρεπὲς τὴν στρατηγίαν ἐκείνην ἐπιδεικνύμενος, ὑπὸ τῶν μὴ φθονούντων ἱεροφαντίαν καὶ μυσταγωγίαν προσαγορευομένην.
当他下了决心并向欧摩尔波斯家族与使者家族作出通告后,便在高地上布置哨兵,黎明时分派出了先头斥候;随后他召集祭司、入教者与领引人,令重装士兵在四周团团护卫,秩序井然、肃静无声地前行。他在这次指挥中展现了庄严而神圣的气象,被没有妒忌心的人赞誉为“大祭司与秘仪领引人般的统帅”。
μηδενὸς δὲ τῶν πολεμίων ἐπιθέσθαι τολμήσαντος ἀσφαλῶς ἐπαναγαγὼν εἰς τὴν πόλιν, ἤρθη μὲν αὐτὸς τῷ φρονήματι καὶ τὴν στρατιὰν ἐπῆρεν ὡς ἄμαχον καὶ ἀήττητον οὖσαν ἐκείνου στρατηγοῦντος, τοὺς δὲ φορτικοὺς καὶ πένητας οὕτως ἐδημαγώγησεν ὥστʼ ἐρᾶν ἔρωτα θαυμαστὸν ὑπʼ ἐκείνου τυραννεῖσθαι, καὶ λέγειν ἐνίους καὶ προσιέναι παρακελευομένους ὅπως τοῦ φθόνου κρείττων γενόμενος καὶ καταβαλὼν ψηφίσματα καὶ νόμους καὶ φλυάρους ἀπολλύντας τὴν πόλιν ὡς ἂν πράξῃ καὶ χρήσηται τοῖς πράγμασι,3 μὴ δεδιὼς τοὺς συκοφάντας.
由于敌军无一人敢于发动进攻,他安全地将队伍带回城中。他自己志得意满,同时也鼓舞了军队,使士兵坚信只要由他统率便无敌且不败;他更是如此赢得了平民与穷人的心,以致他们产生了一种奇特的渴望,巴不得由他实行僭主统治。有些人甚至走上前来进言劝告,让他超脱于嫉妒之上,推翻法令、法律以及那些祸害城邦的高谈阔论之徒,毫无畏惧告密者之虞地随意行事、总揽国政。
- 34.1ἐν ταῖς μάλιστα τῶν ἀποφράδων
常用习语 ἐν τοῖς μάλιστα(最、尤甚)在性数上的屈折变化,受后文阴性成分 τῶν ἀποφράδων [ἡμερῶν](不吉之日/凶日)的影响而变为阴性。
- 34.4ἢ γὰρ ἀτρεμήσαντα κομιδῇ κολούσειν καὶ ταπεινώσειν τὸν Ἆγιν
不定式 κολούσειν 与 ταπεινώσειν 的逻辑主语是上下文中的阿尔基比亚德(承前省略宾格主语 αὐτόν);分词 ἀτρεμήσαντα 则在性、数、格上修饰宾语 τὸν Ἆγιν,带有条件意味,意为“如果阿吉斯按兵不动,[阿尔基比亚德]便能重挫并羞辱他”。
- 34.6ὡς ἂν πράξῃ καὶ χρήσηται τοῖς πράγμασι
在由 παρακελευομένους ὅπως(敦促他……)引出的从属句中,主干动词为虚拟式 πράξῃ 与 χρήσηται,前面带有分词短语 τοῦ φθόνου κρείττων γενόμενος καὶ καταβαλὼν...;其间的 ὡς ἂν 相当于省略了动词(如 ὡς ἂν [βούληται])的状语短语,意为“随心所欲地”、“以任何他所希望的方式”。
