← 普鲁塔克

阿尔西比亚德斯传

§33.1-33.3

公民大会上的演说与全权将军的任命

在公民大会上,阿尔基比亚德将过往的不幸归咎于命运并鼓舞民众,被推选为全权将军,获退还财产并解除了先前的诅咒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.1

τὸ μὲν οὖν ψήφισμα τῆς καθόδου πρότερον ἐκεκύρωτο, Κριτίου τοῦ Καλλαίσχρου γράψαντος, ὡς αὐτὸς ἐν ταῖς ἐλεγείαις πεποίηκεν, ὑπομιμνήσκων τὸν Ἀλκιβιάδην τῆς χάριτος ἐν τούτοις· "γνώμη δʼ ἥ σε κατήγαγʼ, ἐγὼ ταύτην1 ἐν ἅπασιν εἶπον, καὶ γράψας τοὖργον ἔδρασα τόδε. σφραγὶς δʼ ἡμετέρης γλώττης ἐπὶ τοῖσδεσι κεῖται·"

其实,有关他复归的法令早先就已通过,是由卡莱斯克罗斯之子克里提阿斯起草的;正如克里提阿斯自己在哀歌诗中所作的那样,他在诗中用以下诗句提醒阿尔基比亚德记取这份恩情: “那使你得以归来的动议,是我在众人面前 提出,并经草拟而成全了这桩功业; 我舌之印鉴,已落在这篇诗句之上。”

§33.2

τότε δὲ τοῦ δήμου συνελθόντος εἰς τὴν ἐκκλησίαν παρελθὼν ὁ Ἀλκιβιάδης, καὶ τὰ μὲν αὑτοῦ πάθη κλαύσας καὶ ὀλοφυράμενος, ἐγκαλέσας δὲ μικρὰ καὶ μέτρια τῷ δήμῳ, τὸ δὲ σύμπαν ἀναθεὶς αὑτοῦ τινι τύχῃ πονηρᾷ καὶ φθονερῷ δαίμονι, πλεῖστα δʼ εἰς ἐλπίδας τῶν πολεμίων καὶ πρὸς τὸ θαρρεῖν διαλεχθεὶς2 καὶ παρορμήσας, στεφάνοις μὲν ἐστεφανώθη χρυσοῖς, ᾑρέθη δʼ ἅμα καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν αὐτοκράτωρ στρατηγός.

当时民众聚集在公民大会上,阿尔基比亚德走上讲坛,痛陈并哀悼自己的苦难,对民众只作了微小而适度的责备,将一切归咎于自己不幸的命运与妒忌的神意;随后他发表长篇讲话,就对敌作战激发起极大的希望与勇气,使众人振奋不已。于是他被授予金冠,并同时当选为统辖陆海两军的全权将军。

§33.3

ἐψηφίσαντο δὲ τὴν οὐσίαν ἀποδοῦναι αὐτῷ, καὶ τὰς ἀρὰς ἀφοσιώσασθαι πάλιν Εὐμολπίδας καὶ Κήρυκας, ἃς ἐποιήσαντο τοῦ δήμου προστάξαντος. ἀφοσιουμένων δὲ τῶν ἄλλων, Θεόδωρος ὁ ἱεροφάντης ἀλλʼ ἐγώ, εἶπεν, οὐδὲ κατηρασάμην αὐτῷ κακὸν οὐδέν, εἰ μηδὲν ἀδικεῖ τὴν πόλιν.3

民众还表决通过归还他的财产,并令欧摩尔波斯家族与使者家族撤销当初奉民众之命施加的诅咒。在其他人解除诅咒之时,大祭司塞奥多罗斯说道: “然而就我而言, 只要他不曾危害城邦, 我就根本没有诅咒过他招致任何灾祸。”

语法注3 条
  1. 33.1γνώμη δʼ ἥ σε κατήγαγʼ, ἐγὼ ταύτην

    倒装先行词与指示代名词复指结构:关系从句 ἥ σε κατήγαγε 的先行词 γνώμη 被前置于从句之首,随后在主句中由指示代词 ταύτην(εἶπον 的直接宾语)承接。这种诗歌中的语序倒装意在强调其所提出的决议本身。

  2. 33.2πλεῖστα δʼ εἰς ἐλπίδας τῶν πολεμίων καὶ πρὸς τὸ θαρρεῖν διαλεχθεὶς

    属格 τῶν πολεμίων 作 ἐλπίδας 的客观属格(意为“对敌作战的希望”,即战胜敌人的期望)。介词短语 εἰς ἐλπίδας 与 πρὸς τὸ θαρρεῖν 并列,表示目的与方向,修饰分词 διαλεχθεὶς(“发表了极多讲话以鼓舞……”)。

  3. 33.3οὐδὲ κατηρασάμην αὐτῷ κακὸν οὐδέν, εἰ μηδὲν ἀδικεῖ τὴν πόλιν

    条件从句 εἰ μηδὲν ἀδικεῖ τὴν πόλιν 说明大祭司最初所下诅咒附有条件(“只要他不危害城邦”)。配合主句中的双重否定 οὐδὲ... οὐδέν,构成了反诘逻辑,表明只要阿尔基比亚德无罪,诅咒就根本未曾生效(因此也无需撤销)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:33.1-33.3