- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:32.1-32.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
屡立战功的阿尔基比亚德携大批战利品和被俘舰船重返雅典,受到公民们的热烈拥戴,并勾起了众人对昔日决策失误的痛惜。
ὁ δʼ Ἀλκιβιάδης ἰδεῖν τε ποθῶν ἤδη τὰ οἴκοι, καὶ ἔτι μᾶλλον ὀφθῆναι βουλόμενος τοῖς πολίταις νενικηκὼς τοὺς πολεμίους τοσαυτάκις, ἀνήχθη, πολλαῖς μὲν ἀσπίσι καὶ λαφύροις κύκλῳ κεκοσμημένων τῶν Ἀττικῶν τριήρων, πολλὰς δʼ ἐφελκόμενος αἰχμαλώτους, ἔτι δὲ πλείω κομίζων ἀκροστόλια τῶν διεφθαρμένων ὑπʼ αὐτοῦ καὶ κεκρατημένων. ἦσαν γὰρ οὐκ ἐλάττους συναμφότεραι διακοσίων.
阿尔基比亚德如今既渴望见到故乡,又更希望让同胞们见到自己屡挫敌军的雄姿,于是起航出海。雅典的三列桨战船四周装饰着众多的盾牌与战利品,他还拖曳着许多俘获的战船,并载着更多被他摧毁和击破的敌舰首饰;因为两者合计不少于两百艘。
ἃ δὲ Δοῦρις ὁ Σάμιος Ἀλκιβιάδου φάσκων ἀπόγονος εἶναι προστίθησι τούτοις,1 αὐλεῖν μὲν εἰρεσίαν τοῖς ἐλαύνουσι Χρυσόγονον τὸν πυθιονίκην, κελεύειν δὲ Καλλιππίδην τὸν τῶν τραγῳδιῶν ὑποκριτήν, στατοὺς καὶ ξυστίδας καὶ τὸν ἄλλον ἐναγώνιον ἀμπεχομένους κόσμον, ἱστίῳ δʼ ἁλουργῷ τὴν ναυαρχίδα προσφέρεσθαι τοῖς λιμέσιν, ὥσπερ ἐκ μέθης ἐπικωμάζοντος,2 οὔτε Θεόπομπος οὔτʼ Ἔφορος οὔτε Ξενοφῶν γέγραφεν, οὔτʼ εἰκὸς ἦν οὕτως ἐντρυφῆσαι τοῖς Ἀθηναίοις μετὰ φυγὴν καὶ συμφορὰς τοσαύτας κατερχόμενον, ἀλλʼ ἐκεῖνος καὶ δεδιὼς κατήγετο, καὶ καταχθεὶς οὐ πρότερον ἀπέβη τῆς τριήρους, πρὶν στὰς ἐπὶ τοῦ καταστρώματος ἰδεῖν Εὐρυπτόλεμόν τε τὸν ἀνεψιὸν παρόντα καὶ τῶν ἄλλων φίλων καὶ οἰκείων συχνοὺς ἐκδεχομένους καὶ παρακαλοῦντας.
然而萨摩斯人杜里斯(自称是阿尔基比亚德的后裔)在此基础上附加的情节——谓皮托赛会优胜者克律索戈诺斯用笛子为桨手们吹奏划桨曲,悲剧演员卡利庇得斯领唱节拍,二人皆身着直垂长衫、拖地长袍与其他赛会盛装,旗舰更扬起紫帆驶入港口,宛如酒醉后狂欢游行一般——既未见于泰奥彭波斯、埃福罗斯之记载,亦未见于色诺芬之文,且他在流亡与屡经大难之后返回,断不可能对雅典人如此放肆炫耀。相反,他满怀戒惧而驶向岸边,及至泊舟,他站在甲板上,直到看清堂弟欧律普托勒摩斯在场,并且许多其他朋友与亲族都在等候并鼓励他,才走下三列桨船。
ἐπεὶ δʼ ἀπέβη, τοὺς μὲν ἄλλους στρατηγοὺς οὐδʼ ὁρᾶν ἐδόκουν ἀπαντῶντες οἱ ἄνθρωποι, πρὸς δʼ ἐκεῖνον συντρέχοντες ἐβόων, ἠσπάζοντο, παρέπεμπον, ἐστεφάνουν προσιόντες, οἱ δὲ μὴ δυνάμενοι προσελθεῖν ἄπωθεν ἐθεῶντο, καὶ τοῖς νέοις ἐδείκνυσαν οἱ πρεσβύτεροι. πολὺ δὲ καὶ δάκρυον τῷ χαίροντι τῆς πόλεως ἀνεκέκρατο, καὶ μνήμη πρὸς τὴν παροῦσαν εὐτυχίαν τῶν πρόσθεν ἀτυχημάτων, λογιζομένοις ὡς οὔτʼ ἂν Σικελίας διήμαρτον οὔτʼ ἄλλο τι τῶν προσδοκηθέντων ἐξέφυγεν αὐτοὺς ἐάσαντας3 Ἀλκιβιάδην ἐπὶ τῶν τότε πραγμάτων καὶ τῆς δυνάμεως ἐκείνης, εἰ νῦν τὴν πόλιν παραλαβὼν ὀλίγου δέουσαν ἐκπεπτωκέναι τῆς θαλάττης, κατὰ γῆν δὲ μόλις τῶν προαστείων κρατοῦσαν, αὐτὴν δὲ πρὸς ἑαυτὴν στασιάζουσαν, ἐκ λυπρῶν ἔτι λειψάνων καὶ ταπεινῶν ἀναστήσας οὐ μόνον τῆς θαλάττης τὸ κράτος ἀποδέδωκεν, ἀλλὰ καὶ πεζῇ νικῶσαν ἀποδείκνυσι πανταχοῦ τοὺς πολεμίους.
当他登陆时,前来迎接的人们似乎对其他将领视而不见,纷纷奔向他,高呼、致敬、护送,上前为他加冠;无法靠近的人则在远处凝望,长者们向年轻人指认他的身姿。城邦的欢庆中交织着许多泪水,对照眼前的幸运,往昔灾祸的记忆涌上心头;人们思忖着,倘若当初把那时的局势与那支军队留给阿尔基比亚德统率,他们既不会与西西里失之交臂,预期的其他任何愿景也不会落空;因为如今他接手这几乎被逐出大海、在陆上也仅能勉强固守近郊且内部党争激化的城邦,竟能从破败凋敝的残局中使之重振,不仅恢复了制海权,还在陆战中使城邦处处克敌制胜。
- 32.2ἃ δὲ Δοῦρις ὁ Σάμιος Ἀλκιβιάδου φάσκων ἀπόγονος εἶναι προστίθησι τούτοις
从 ἃ 到 ἐπικωμάζοντος 构成了由关系代词 ἃ 引导的长大从句,充当主句动词 γέγραφεν 的直接宾语(也是 οὔτʼ εἰκὸς ἦν 所否定的内容)。从句内部的主语为 Δοῦρις,动词为 προστίθησι,其后附带的一系列不定式短语(αὐλεῖν, κελεύειν, προσφέρεσθαι)充当 ἃ 的同位语说明具体细节,造成了主句与从句核心的长距离离隔。
- 32.2ὥσπερ ἐκ μέθης ἐπικωμάζοντος
此处的属格分词结构省略了逻辑主语(阿尔基比亚德),由 ὥσπερ 引导以作比喻,亦可视作省略逻辑主语的属格独立结构。语境上描述的是旗舰进港的姿态,宛如其人在酒醉后大肆进行狂欢游行一般。
- 32.5ἐάσαντας
宾格分词 ἐάσαντας 在语义上充当反事实条件句归结从句(οὔτʼ ἂν... διήμαρτον)的条件从句(“若他们当初留任……”)。此处采用宾格,是因为在语法上与紧邻其前、作 ἐξέφυγεν 直接宾语的代词 αὐτούς 保持一致。
