← 普鲁塔克

阿尔西比亚德斯传

§31.1-31.6

收复拜占庭与阿纳克西拉奥斯的辩白

阿尔基比亚德在与法那巴佐斯互换誓约后包围拜占庭,并通过声东击西之计与内应夺取该城。事后在斯巴达受审的内应阿纳克西拉奥斯辩护称自己献城旨在拯救饥馑的市民,最终被宣告无罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.1

οἱ δὲ πολιορκοῦντες τὴν Χαλκηδόνα στρατηγοὶ σπονδὰς ἐποιήσαντο πρὸς Φαρνάβαζον ἐπὶ τῷ χρήματα λαβεῖν1 καὶ Χαλκηδονίους ὑπηκόους πάλιν Ἀθηναίοις εἶναι, τὴν δὲ Φαρναβάζου χώραν μὴ ἀδικεῖν, Φαρνάβαζον δὲ πρέσβεσιν Ἀθηναίων πρὸς βασιλέα πομπὴν μετʼ ἀσφαλείας παρασχεῖν.

与此同时,围攻迦克墩的将领们与法那巴佐斯订立了和约,条件是雅典人收取一笔款项,迦克墩人重新归顺雅典,雅典人不侵犯法那巴佐斯的领地,而法那巴佐斯则为前往见波斯王的雅典使节提供安全护送。

§31.2

ὡς οὖν ἐπανελθόντα τὸν Ἀλκιβιάδην ὁ Φαρνάβαζος ἠξίου καὶ αὐτὸν ὀμόσαι περὶ τῶν ὡμολογημένων, οὐκ ἔφη πρότερον ἢ ἐκεῖνον αὐτοῖς ὀμόσαι.2 γενομένων δὲ τῶν ὅρκων ἐπὶ Βυζαντίους ἀφεστῶτας ἦλθε καὶ περιετείχιζε τὴν πόλιν. Ἀναξιλάου δὲ καὶ Λυκούργου καί τινων ἄλλων συνθεμένων ἐπὶ σωτηρίᾳ παραδώσειν τὴν πόλιν, διαδοὺς λόγον ὡς ἀνίστησιν αὐτοὺς πράγματα νεώτερα συνιστάμενα3 περὶ τὴν Ἰωνίαν, ἡμέρας ἀπέπλει ταῖς ναυσὶ πάσαις, νυκτὸς δʼ ὑποστρέψας αὐτὸς μὲν ἀπέβη μετὰ τῶν ὁπλιτῶν καὶ προσελθὼν τοῖς τείχεσιν ἡσυχίαν ἦγεν, αἱ δὲ νῆες ἐπὶ τὸν λιμένα πλεύσασαι καὶ βιαζόμεναι κραυγῇ τε πολλῇ καὶ θορύβοις καὶ ψόφοις ἅμα μὲν ἐξέπληττον τῷ ἀπροσδοκήτῳ τοὺς Βυζαντίους, ἅμα δὲ τοῖς ἀττικίζουσι παρεῖχον ἐπʼ ἀδείας τὸν Ἀλκιβιάδην δέχεσθαι, πάντων ἐπὶ τὸν λιμένα καὶ τὰς ναῦς βοηθούντων.

因此,当阿尔基比亚德返回、法那巴佐斯要求他也对商定事项宣誓时,阿尔基比亚德表示在法那巴佐斯先向他们宣誓之前绝不发誓。 宣誓完毕后,阿尔基比亚德进军反叛的拜占庭人,筑垒合围该城。由于阿纳克西拉奥斯、吕库尔戈斯等人商定以保全城池为条件献城,阿尔基比亚德便散布谣言,称爱奥尼亚一带爆发的变乱迫使他们撤退,并于白天率全军战船起航离去。但他趁夜折返,亲自率领重装步兵登陆,逼近城墙隐蔽潜伏;而舰船则驶向港口,伴以喧天的呼喊、骚动与喧嚣强行突入,既以出其不意使拜占庭人惊骇失措,又因全城军民都奔赴港口和船队救援,使城内的亲雅典分子得以安然无虞地迎接阿尔基比亚德入城。

§31.4

οὐ μὴν ἀμαχεὶ προσεχώρησαν·4 οἱ γὰρ παρόντες ἐν τῷ Βυζαντίῳ Πελοποννήσιοι καὶ Βοιωτοὶ καὶ Μεγαρεῖς τοὺς μὲν ἀπὸ τῶν νεῶν ἐτρέψαντο καὶ καθεῖρξαν εἰς τὰς ναῦς πάλιν, τοὺς δʼ Ἀθηναίους ἔνδον ὄντας αἰσθόμενοι καὶ συντάξαντες ἑαυτοὺς ἐχώρουν ὁμόσε. καρτερᾶς δὲ μάχης γενομένης ἐνίκησεν Ἀλκιβιάδης τὸ δεξιὸν κέρας ἔχων, Θηραμένης δὲ τὸ εὐώνυμον, καὶ τῶν πολεμίων τοὺς περιγενομένους ὅσον τριακοσίους ζῶντας ἔλαβε.

然而拜占庭并未未经交战便归顺。城内的伯罗奔尼撒人、波奥提亚人和墨伽拉人击退了从船上下来的部队,将他们逼回船中;随后他们察觉雅典主力已在城内,便列队迎战。经过一场激战,指挥右翼的阿尔基比亚德与指挥左翼的塞拉梅内斯获胜,生俘了敌军余部约三百人。

§31.5

Βυζαντίων δὲ μετὰ τὴν μάχην οὐδεὶς ἀπέθανεν οὐδʼ ἔφυγεν. ἐπὶ τούτοις γὰρ οἱ ἄνδρες παρέδοσαν τὴν πόλιν καὶ ταῦτα συνέθεντο, μηδὲν αὑτοῖς ἴδιον ὑπεξελόμενοι. διὸ καὶ δίκην προδοσίας ἐν Λακεδαίμονι φεύγων ὁ Ἀναξίλαος ἐφάνη τῷ λόγῳ τὸ ἔργον οὐκ αἰσχύνων. ἔφη γὰρ οὐκ ὢν Λακεδαιμόνιος,5 ἀλλὰ Βυζάντιος, οὐδὲ τὴν Σπάρτην κινδυνεύουσαν, ἀλλὰ τὸ Βυζάντιον ὁρῶν, τῆς μὲν πόλεως ἀποτετειχισμένης, μηδενὸς δʼ εἰσαγομένου, τὸν δʼ ὄντα σῖτον ἐν τῇ πόλει Πελοποννησίων καὶ Βοιωτῶν ἐσθιόντων, Βυζαντίων δὲ πεινώντων σὺν τέκνοις καὶ γυναιξίν, οὐ προδοῦναι τοῖς πολεμίοις, ἀλλὰ πολέμων καὶ κακῶν ἀπαλλάξαι τὴν πόλιν, μιμούμενος τοὺς ἀρίστους Λακεδαιμονίων, οἷς ἓν καλὸν ἁπλῶς καὶ δίκαιόν ἐστι τὸ τῆς πατρίδος συμφέρον. οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτʼ ἀκούσαντες ᾐδέσθησαν καὶ ἀπέλυσαν τοὺς ἄνδρας.

战后,拜占庭人无一人被处死,也无一人流亡。因为那些献城者正是以此为条件献出城市并订立协议的,没有为自己谋取任何私利。正因如此,阿纳克西拉奥斯后来在拉刻代蒙受叛国罪审判时,显出他并未以言辞辱没自己的行为。他辩称自己并非拉刻代蒙人,而是拜占庭人,所见面临危亡的是拜占庭而非斯巴达;当时城市被围得水泄不通,外援断绝,城中仅存的粮食全被伯罗奔尼撒人和波奥提亚人吃尽,拜占庭人却携妇将雏忍饥挨饿;他并未向敌人出卖城市,而是将城市从战争与灾祸中解救出来,这正是效法最优秀的拉刻代蒙人,对他们而言,祖国的利益乃是唯一崇高而正义之事。拉刻代蒙人闻听此言,深感敬佩,遂将他们无罪释放。

语法注5 条
  1. 31.1ἐπὶ τῷ χρήματα λαβεῖν

    介词 ἐπί 加上与格定冠词不定式(ἐπὶ τῷ + λαβεῖν),统领后文一系列并列不定式(εἶναι, μὴ ἀδικεῖν, παρασχεῖν),用以表示和约订立的条件(“以收取款项……为条件”)。

  2. 31.2οὐκ ἔφη πρότερον ἢ ἐκεῖνον αὐτοῖς ὀμόσαι

    否定动词 οὐκ ἔφη 搭配 πρότερον ἤ 以及不定式(ὀμόσαι),构成间接引语中的拒绝句式(“表示在对方[法那巴佐斯]向他们宣誓之前,自己绝不宣誓”)。ἐκεῖνον 是不定式 ὀμόσαι 的逻辑主语(宾格)。

  3. 31.2διαδοὺς λόγον ὡς ἀνίστησιν αὐτοὺς πράγματα νεώτερα συνιστάμενα

    ὡς 从句作 διαδοὺς λόγον(散布传言)的内容从句。动词 ἀνίστησιν 采用现在时直陈式以保留直接引语的生动性;主语为 πράγματα νεώτερα(变乱/叛乱动向),宾语为 αὐτούς(阿尔基比亚德等雅典部队)。

  4. 31.4οὐ μὴν ἀμαχεὶ προσεχώρησαν

    προσεχώρησαν(投降/归顺)的主语从上下文看指拜占庭守城方整体。后文的 οἱ γὰρ παρόντες... 解释了为何并非兵不血刃,详细叙述了驻城同盟守军的反抗。

  5. 31.5ἔφη γὰρ οὐκ ὢν Λακεδαιμόνιος

    在由 ἔφη 统领的间接引语中,分词(οὐκ ὢν, ὁρῶν, μιμούμενος)和不定式(οὐ προδοῦναι ... ἀπαλλάξαι)的逻辑主语均为说话人阿纳克西拉奥斯本人,因此在格同化作用下保持为主格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:31.1-31.6