- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:30.1-30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔基比亚德在迦克墩击退法那巴佐斯并斩杀希波克拉底后,转兵塞林布里亚,在兵力悬殊的险境下凭借机智的宣告迫使该城和平归降。
ἀποτειχιζομένης δὲ τῆς Χαλκηδόνος ἐκ θαλάττης εἰς θάλατταν, ὁ Φαρνάβαζος ἧκεν ὡς λύσων τὴν πολιορκίαν, καὶ Ἱπποκράτης ὁ ἁρμοστὴς ἐκ τῆς πόλεως ἐξαγαγὼν τὴν σὺν αὑτῷ δύναμιν ἐπεχείρει τοῖς Ἀθηναίοις. ὁ δʼ Ἀλκιβιάδης ἅμα πρὸς ἀμφοτέρους ἀντιτάξας τὸ στράτευμα, τὸν μὲν Φαρνάβαζον αἰσχρῶς φεύγειν ἠνάγκασε, τὸν δʼ Ἱπποκράτη διέφθειρε καὶ συχνοὺς τῶν περὶ αὐτὸν ἡττηθέντας.
当迦克墩正被从一海筑垒封锁至另一海时,法那巴佐斯前来试图解除围困,军政官希波克拉底也率领城内所辖兵力出城突袭雅典人。但阿尔基比亚德同时分兵抵御双方,迫使法那巴佐斯狼狈逃窜,并击杀了希波克拉底,击溃并消灭了他身边的众多随从。
εἶτʼ αὐτὸς μὲν ἐκπλεύσας εἰς τὸν Ἑλλήσποντον ἠργυρολόγει καὶ Σηλυβρίαν εἷλεν, ἀφειδήσας ἑαυτοῦ παρὰ τὸν καιρόν.1 οἱ γὰρ ἐνδιδόντες τὴν πόλιν συνέθεντο μὲν ἀνασχήσειν πυρσὸν αὐτῷ μεσούσης νυκτός, ἠναγκάσθησαν δὲ τοῦτο ποιῆσαι πρὸ τοῦ καιροῦ, τῶν συνωμοτῶν τινα φοβηθέντες ἐξαίφνης μεταβαλόμενον. ἀρθέντος οὖν τοῦ πυρσοῦ μηδέπω τῆς στρατιᾶς οὔσης ἑτοίμης, ἀναλαβὼν ὅσον τριάκοντα περὶ αὑτὸν ἐπείγετο δρόμῳ πρὸς τὰ τείχη, τοὺς ἄλλους ἕπεσθαι κατὰ τάχος κελεύσας.
此后,阿尔基比亚德亲自航行至赫勒斯滂筹集军饷,并不顾时机冒着生命危险攻取了塞林布里亚。因为那些打算献城的人原本约定在半夜为他举火为号,却因害怕一名突然变节的同谋者,不得不提前行动。因此,在全军尚未准备就绪之际火炬便已举起,阿尔基比亚德只带领身边的约三十人奔向城墙,并命令其余人全速跟进。
ἀνοιχθείσης δὲ τῆς πύλης αὐτῷ καὶ προσγενομένων τοῖς τριάκοντα πελταστῶν εἴκοσι παρεισπεσὼν εὐθὺς ᾔσθετο τοὺς Σηλυβριανοὺς ἐξ ἐναντίας μετὰ τῶν ὅπλων ἐπιφερομένους. ἐπεὶ δʼ ὑποστάντι μὲν οὐκ ἐφαίνετο σωτηρία, πρὸς δὲ τὸ φυγεῖν, ἀήττητος ἄχρι τῆς ἡμέρας ἐκείνης ἐν ταῖς στρατηγίαις γεγονώς, φιλονεικότερον εἶχε,2 τῇ σάλπιγγι σημήνας σιωπὴν ἐκέλευσεν ἕνα τῶν παρόντων ἀνειπεῖν Σηλυβριανοῖς Ἀθηναίους ἐναντία ὅπλα μὴ τίθεσθαι.3
当城门为他打开、另有二十名轻盾兵加入这三十人之后,他刚一冲入城内,便发现塞林布里亚人正面全副武装向他们冲来。既然坚守并无生路,而对于逃跑——鉴于直至当日他在历次统帅中从未尝过败绩——他又心高气傲难以接受,于是鸣号命令肃静,并命在场的一人宣告雅典人不可对塞林布里亚人动用武器。
τοῦτο τὸ κήρυγμα τοὺς μὲν ἀμβλυτέρους ἐποίησε πρὸς τὴν μάχην, ὡς τῶν πολεμίων ἔνδον ὄντων ἁπάντων, οἱ δὲ ταῖς ἐλπίσιν ἡδίους ἐγένοντο πρὸς τὰς διαλύσεις. ἐν ᾧ δὲ συστάντες ἀλλήλοις ἐδίδοσαν λόγον, ἐπῆλθεν ἡ στρατιὰ τῷ Ἀλκιβιάδῃ, καὶ τεκμαιρόμενος, ὅπερ ἦν, εἰρηνικὰ φρονεῖν τοὺς Σηλυβριανούς, ἔδεισε μὴ τὴν πόλιν οἱ Θρᾷκες διαρπάσωσιν.
这一宣告使一部分人减弱了战斗意志,以为敌军全部已在城内;另一些人则在媾和的指望中态度缓和下来。正当他们聚在一起彼此交谈之际,大军赶到了阿尔基比亚德身边;他推断塞林布里亚人怀有和平之意——事实正是如此——便担心色雷斯人会劫掠这座城市。
ἦσαν δὲ πολλοί, χάριτι τοῦ Ἀλκιβιάδου καὶ διʼ εὔνοιαν στρατευόμενοι προθύμως. ἀπέπεμψεν οὖν τούτους ἅπαντας ἐκ τῆς πόλεως, τοὺς δὲ Σηλυβριανοὺς δεηθέντας οὐδὲν ἠδίκησεν, ἀλλὰ χρήματα λαβὼν καὶ φρουρὰν ἐγκαταστήσας ἀπῆλθεν.
因为色雷斯人士兵人数众多,出于对阿尔基比亚德的感念与好意而踊跃从征。于是阿尔基比亚德将他们全数遣送出城,对请求宽恕的塞林布里亚人未加任何侵害,而是在收取了一笔款项、留驻了一支守备部队后便离开了。
- 30.2ἀφειδήσας ἑαυτοῦ παρὰ τὸν καιρόν
分词 ἀφειδήσας(动词 ἀφειδέω“不顾惜、不吝惜”的不定过去时)支配属格 ἑαυτοῦ,意为“不顾自身安危”。介词短语 παρὰ τὸν καιρόν 意为“不合时宜地、违背原定时机”,呼应后文因变故而在约定时间之前提前发信号的情形。
- 30.3πρὸς δὲ τὸ φυγεῖν, ἀήττητος ἄχρι τῆς ἡμέρας ἐκείνης ἐν ταῖς στρατηγίαις γεγονώς, φιλονεικότερον εἶχε
πρὸς τὸ φυγεῖν 修饰短语 φιλονεικότερον εἶχε(“在……上更为好胜/心高气傲”)。比较级副词/中性形容词与 ἔχω 及 πρός 连用,表示在逃跑一事上过分好胜而不肯为之。中间插入的分词短语 ἀήττητος... γεγονώς 解释了他之所以有此心态的原因。
- 30.3Σηλυβριανοῖς Ἀθηναίους ἐναντία ὅπλα μὴ τίθεσθαι
由动词 ἀνειπεῖν(“宣告”)引导的宾格不定式间接引语。不定式 τίθεσθαι 的逻辑主语为宾格 Ἀθηναίους,与格 Σηλυβριανοῖς 与 ἐναντία 连用,意为“雅典人不对塞林布里亚人动用敌对武器”。虽然语序在语法上偶可被误读为对塞林布里亚人的禁令,但结合上下文,这是阿尔基比亚德在兵力悬殊时为缓和敌意、促成谈判而发出的欺敌宣告。
