- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:29.1-29.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔基比亚德连战皆捷的部众与曾遭惨败的色拉叙卢斯部众心生芥蒂,但在共同击溃法那巴佐斯后化解了矛盾。随后阿尔基比亚德劫掠敌境,并震慑比提尼亚人,使其交出迦克墩人寄存的财物并缔结盟约。
οὕτω δʼ ἐπήρθησαν οἱ μετὰ τοῦ Ἀλκιβιάδου στρατευσάμενοι καὶ τοσοῦτον ἐφρόνησαν ὥστʼ ἀπαξιοῦν ἔτι τοῖς ἄλλοις καταμιγνύναι στρατιώταις ἑαυτοὺς πολλάκις ἡττημένοις ἀηττήτους ὄντας. καὶ γὰρ οὐ πολλῷ πρότερον συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον1 ὑπὸ τῶν Ἐφεσίων ἐπʼ αἰσχύνῃ τῶν Ἀθηναίων.
随同阿尔基比亚德出征的士兵们意气风发、傲气凌人,以至于身为常胜之师的他们,不屑于再将自己与屡遭败绩的其他士兵混在一起。因为不久之前,色拉叙卢斯在以弗所一带受挫,以弗所人为羞辱雅典人而立起了一座青铜凯旋碑。
ταῦτʼ οὖν ὠνείδιζον οἱ μετὰ τοῦ Ἀλκιβιάδου τοῖς μετὰ τοῦ Θρασύλλου, μεγαλύνοντες αὑτοὺς καὶ τὸν στρατηγόν, ἐκείνοις δὲ μήτε γυμνασίων μήτε χώρας ἐν στρατοπέδῳ κοινωνεῖν ἐθέλοντες. ἐπεὶ δὲ Φαρνάβαζος ἱππέας τε πολλοὺς ἔχων καὶ πεζοὺς ἐπῆλθεν αὐτοῖς ἐμβεβληκόσιν εἰς τὴν Ἀβυδηνῶν,2 ὁ δʼ Ἀλκιβιάδης ἐκβοηθήσας ἐπʼ αὐτὸν ἐτρέψατο καὶ κατεδίωξεν ἄχρι σκότους μετὰ τοῦ Θρασύλλου, καὶ ἀνεμίγνυντο καὶ κοινῇ φιλοφρονούμενοι καὶ χαίροντες ἐπανῄεσαν εἰς τὸ στρατόπεδον.
于是阿尔基比亚德的部下以此嘲讽色拉叙卢斯的部下,吹捧自己和他们的将领,并且不愿与他们在军营中共用操练场地或驻扎区域。然而,当法那巴佐斯率领大批骑兵和步兵袭击进犯阿比多斯领地的这支雅典部队时,阿尔基比亚德率部出援迎战,将其击溃,并与色拉叙卢斯一同追击至天黑;两支部队这才融洽相处,彼此亲切相待、欢欣鼓舞地返回了营地。
τῇ δʼ ὑστεραίᾳ στήσας τρόπαιον ἐλεηλάτει τὴν Φαρναβάζου χώραν οὐδενὸς ἀμύνεσθαι τολμῶντος. ἱερεῖς μέντοι καὶ ἱερείας ἔλαβε μέν, ἀλλʼ ἀφῆκεν ἄνευ λύτρων. Χαλκηδονίοις δʼ ἀφεστῶσι καὶ δεδεγμένοις φρουρὰν καὶ ἁρμοστὴν Λακεδαιμονίων ὡρμημένος πολεμεῖν,3 ἀκούσας δʼ ὅτι τὴν λείαν πᾶσαν ἐκ τῆς χώρας συναγαγόντες εἰς Βιθυνοὺς ὑπεκτίθενται φίλους ὄντας, ἧκεν ἐπὶ τοὺς ὅρους ἄγων τὸ στράτευμα, καὶ κήρυκα προπέμψας ἐνεκάλει τοῖς Βιθυνοῖς. οἱ δὲ δείσαντες τήν τε λείαν ἀπέδοσαν αὐτῷ καὶ φιλίαν ὡμολόγησαν.
次日,阿尔基比亚德立起凯旋碑,在无人敢于抵抗的情势下劫掠了法那巴佐斯的领地。不过,他虽俘获了男女祭司,却免收赎金予以释放。随后,他正要向背叛雅典、接纳了拉栖代梦守备队和军政官的迦克墩人开战,得知他们将境内所有财物集中转移并寄托在友好的比提尼亚人那里,便率军开赴边界,先遣使者对比提尼亚人进行问罪。比提尼亚人惊恐万分,不仅将财物交付于他,还缔结了友好条约。
- 29.1συνεβεβήκει πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου τὸ χαλκοῦν ἀνεστάναι τρόπαιον
此处非人称动词 συνεβεβήκει(发生)以带冠词的完成时不定式短语 τὸ ... ἀνεστάναι(立起凯旋碑)作为真正的主语。紧接其前的 πταίσαντος περὶ Ἔφεσον τοῦ Θρασύλλου 则为表示原因或时间的独立属格结构。
- 29.2αὐτοῖς ἐμβεβληκόσιν εἰς τὴν Ἀβυδηνῶν
在 τὴν Ἀβυδηνῶν 中省略了阴性名词 γῆν 或 χώραν(土地、领土),意指“阿比多斯人的领地”。与格完成时分词 ἐμβεβληκόσιν 与代词 αὐτοῖς 一致,修饰当时已进犯进入阿比多斯领土的部队(色拉叙卢斯部)。
- 29.3Χαλκηδονίοις δʼ ἀφεστῶσι καὶ δεδεγμένοις φρουρὰν καὶ ἁρμοστὴν Λακεδαιμονίων ὡρμημένος πολεμεῖν
修饰主语(阿尔基比亚德)的完成时分词 ὡρμημένος(意图/出发去……)与不定式 πολεμεῖν 搭配,而 πολεμεῖν 支配前面的与格短语 Χαλκηδονίοις δʼ ἀφεστῶσι...(向背叛……的迦克墩人开战)。它与后文的 ἀκούσας δʼ 连用,共同修饰主句的谓语动词 ἧκεν。
