← 普鲁塔克

阿尔西比亚德斯传

§28.1-28.6

成功逃脱与基齐库斯海战的大捷

阿尔基比亚德逃出监禁重返雅典舰队,借助风暴与诱敌战术在基齐库斯战役中彻底击溃伯罗奔尼撒军,阵斩明达罗斯,夺回了制海权。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

τριάκοντα δʼ ἡμερῶν διαγενομένων ὁ Ἀλκιβιάδης ἵππου ποθὲν εὐπορήσας καὶ ἀποδρὰς τοὺς φύλακας εἰς Κλαζομενὰς διέφυγε. καὶ τὸν μὲν Τισαφέρνην προσδιέβαλλεν ὡς ὑπʼ ἐκείνου μεθειμένος, αὐτὸς δὲ πλεύσας εἰς τὸ στρατόπεδον τῶν Ἀθηναίων καὶ πυθόμενος Μίνδαρον ὁμοῦ καὶ Φαρνάβαζον ἐν Κυζίκῳ γεγονέναι, τοὺς μὲν στρατιώτας παρώρμησεν, ὡς ἀνάγκην οὖσαν1 αὐτοῖς καὶ ναυμαχεῖν καὶ πεζομαχεῖν καὶ νὴ Δία τειχομαχεῖν πρὸς τοὺς πολεμίους· χρήματα γὰρ οὐκ εἶναι μὴ πάντη κρατοῦσι· πληρώσας δὲ τὰς ναῦς καὶ κατάρας εἰς Προικόννησον ἐκέλευσεν ἐντὸς περιβάλλειν τὰ λεπτὰ πλοῖα καὶ παραφυλάσσειν, ὅπως μηδεμία τοῖς πολεμίοις ἐπιπλέοντος αὐτοῦ γένοιτο μηδαμόθεν προαίσθησις.

三十天过去了,阿尔基比亚德不知从何处弄到了一匹马,摆脱了卫兵,逃到了克拉佐墨奈。他散布说自己是提萨斐尼放走的,以此进一步中伤提萨斐尼;他自己则航行前往雅典军队的营地,得知明达罗斯与法那巴佐斯已一同进抵基齐库斯,便鼓动将士们,称他们必须与敌军进行海战、陆战,以宙斯的名义,甚至还要进行攻坚战;因为除非全面取胜,否则他们将断绝军费。在将舰船满员并停靠普罗科涅索斯后,他命令将轻型船只聚拢围在内侧并严加看守,以免敌人从任何地方预先发觉他的来袭。

§28.3

ἔτυχε δὲ καὶ πολὺν ὄμβρον ἐξαίφνης ἐπιπεσόντα καὶ βροντὰς καὶ ζόφον συνεργῆσαι2 καὶ συνεπικρύψαι τὴν παρασκευήν. οὐ γὰρ μόνον τοὺς πολεμίους ἔλαθεν, ἀλλὰ καὶ τοὺς Ἀθηναίους ἀπεγνωκότας ἤδη ἐμβῆναι κελεύσας ἀνήχθη. καὶ μετὰ μικρὸν ὅ τε ζόφος διελύθη καὶ κατώφθησαν αἱ τῶν Πελοποννησίων νῆες αἰωρούμεναι πρὸ τοῦ λιμένος τῶν Κυζικηνῶν.

正巧突降的大雨、雷电和阴暗的天幕助了一臂之力,帮助掩盖了他们的备战。他不仅避开了敌人的耳目,更命令原本已陷入绝望的雅典军登船出海。片刻之后,阴暗消散,伯罗奔尼撒人的舰船被发现在基齐库斯人的港湾外停泊游弋。

§28.4

δείσας οὖν ὁ Ἀλκιβιάδης μὴ διὰ τὸ πλῆθος αὐτὸν προϊδόντες εἰς τὴν γῆν καταφύγωσι, τοὺς μὲν στρατηγοὺς ἐκέλευσεν ἡσυχῇ πλέοντας ὑπολείπεσθαι, αὐτὸς δὲ τετταράκοντα ναῦς ἔχων ἐφαίνετο καὶ προὐκαλεῖτο τοὺς πολεμίους. ἐπεὶ δʼ ἐξηπάτηντο καὶ καταφρονήσαντες ὡς ἐπὶ τοσαύτας ἀντεξήλασαν, αὐτοὶ μὲν εὐθὺς ἐξήπτοντο καὶ συνεπλέκοντο, τῶν δʼ ἄλλων ἤδη μαχομένοις ἐπιφερομένων ἐκπλαγέντες ἔφευγον.

阿尔基比亚德担心敌方若因〔己方〕数量众多而预先看见他,便会逃向陆地,于是命令其他将领悄然航行并留在后方,自己则率领四十艘船显露身形以挑衅敌军。敌军受了骗,轻视他以为只有这么多舰船,便出海迎战,双方立即短兵相接,缠斗在一起;但当雅典其余战舰向已在交战中的敌军猛扑过去时,敌军惊骇万状,仓皇溃逃。

§28.5

ὁ δʼ Ἀλκιβιάδης εἴκοσι ταῖς ἀρίσταις διεκπλεύσας καὶ προσβαλὼν τῇ γῇ καὶ ἀποβάς, ἐνέκειτο τοῖς φεύγουσιν ἐκ τῶν νεῶν καὶ πολλοὺς ἔφθειρε· Μινδάρου δὲ καὶ Φαρναβάζου προσβοηθούντων κρατήσας, τὸν μὲν Μίνδαρον ἀνεῖλεν ἐρρωμένως ἀγωνιζόμενον, ὁ δὲ Φαρνάβαζος ἔφυγε.

阿尔基比亚德率领最精锐的二十艘战船突破战线,冲上海滩登陆,猛扑从船上逃窜的敌军,斩杀甚众;在明达罗斯与法那巴佐斯赶来增援时,他击溃了他们,杀死了勇猛作战的明达罗斯,法那巴佐斯则落荒而逃。

§28.6

πολλῶν δὲ καὶ νεκρῶν καὶ ὅπλων κρατήσαντες τάς τε ναῦς ἁπάσας ἔλαβον, χειρωσάμενοι δὲ καὶ Κύζικον, ἐκλιπόντος τοῦ Φαρναβάζου καὶ τῶν Πελοποννησίων διαφθαρέντων, οὐ μόνον τὸν Ἑλλήσποντον εἶχον βεβαίως, ἀλλὰ καὶ τῆς ἄλλης θαλάττης ἐξήλασαν κατὰ κράτος τοὺς Λακεδαιμονίους. ἑάλω δὲ καὶ γράμματα λακωνικῶς φράζοντα τοῖς Ἐφόροις τὴν γεγενημένην ἀτυχίαν· ἔρρει τὰ κᾶλα· Μίνδαρος ἀπεσσούα· πεινῶντι τὦνδρες· ἀπορίομες τί χρὴ δρᾶν.3

雅典军队获得了大量的尸首与军械,俘获了所有敌舰,并且在法那巴佐斯弃城、伯罗奔尼撒军覆灭后制服了基齐库斯,他们不仅牢固地控制了赫勒斯滂,还彻底将拉栖代梦人从其余海面上逐走。此外,一封以斯巴达式简短风格向监察官报告所生灾难的密函亦被缴获: “战船已失;明达罗斯战死;士兵挨饿;不知何去何从。”

语法注3 条
  1. 28.2ὡς ἀνάγκην οὖσαν

    带有连词 ὡς 的宾格绝对结构(accusative absolute),由无人称表达(ἀνάγκη ἐστί)转化而来,表示说话者(阿尔基比亚德)所陈述的理由或主观断言(“理由是他们势必……”)。

  2. 28.3ἔτυχε δὲ καὶ πολὺν ὄμβρον ἐξαίφνης ἐπιπεσόντα καὶ βροντὰς καὶ ζόφον συνεργῆσαι

    动词 ἔτυχε 采用无人称用法(“恰巧发生了……”),后接宾格不定式结构,其中 πολὺν ὄμβρον ... ἐπιπεσόντα καὶ βροντὰς καὶ ζόφον 为逻辑主语,συνεργῆσαι(以及 συνεπικρύψαι)为不定式,而非更为常见的“τυγχάνω + 补足分词”结构。

  3. 28.6ἔρρει τὰ κᾶλα· Μίνδαρος ἀπεσσούα· πεινῶντι τὦνδρες· ἀπορίομες τί χρὴ δρᾶν.

    斯巴达(多利安)方言官方军报的引文。τὰ κᾶλα 在多利安方言中意为木料/船只(相当于雅典方言的 τὰ ξύλα);ἀπεσσούα 是 ἀποσεύω 的不定过去时(相当于雅典方言的 ἀπεσσύη),委婉表示“死去了”;πεινῶντι 为第三人称复数(雅典方言 πεινῶσι);τὦνδρες 是 τοὶ ἄνδρες 的混声(crasis);ἀπορίομες 为第一人称复数(雅典方言 ἀποροῦμεν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:28.1-28.6